«
The Septuagint in English by Brenton
LXX(EN)
The Septuagint
LXX
[1]Behold, I send forth my messenger, and he shall survey the way before me: and the Lord, whom ye seek, shall suddenly come into his temple, even the angel of the covenant, whom ye take pleasure in: behold, he is coming, saith the Lord Almighty. [1]ἰδοὺ ἐγὼ ἐξαποστέλλω τὸν ἄγγελόν μου καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν ἑαυτοῦ κύριος ὃν ὑμεῖς ζητεῖτε καὶ ὁ ἄγγελος τῆς διαθήκης ὃν ὑμεῖς θέλετε ἰδοὺ ἔρχεται λέγει κύριος παντοκράτωρ
[2]And who will abide the day of his coming? or who will withstand at his appearing? for he is coming in as the fire of a furnace and as the herb of fullers. [2]καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ διότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου καὶ ὡς πόα πλυνόντων
[3]He shall sit to melt and purify as it were silver, and as it were gold: and he shall purify the sons of Levi, and refine them as gold and silver, and they shall offer to the Lord an offering in righteousness. [3]καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ ὡς τὸ χρυσίον καὶ καθαρίσει τοὺς υἱοὺς λευι καὶ χεεῖ αὐτοὺς ὡς τὸ χρυσίον καὶ ὡς τὸ ἀργύριον καὶ ἔσονται τῷ κυρίῳ προσάγοντες θυσίαν ἐν δικαιοσύνῃ
[4]And the sacrifice of Juda and Jerusalem shall be pleasing to the Lord, according to the former days, and according to the former years. [4]καὶ ἀρέσει τῷ κυρίῳ θυσία ιουδα καὶ ιερουσαλημ καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος καὶ καθὼς τὰ ἔτη τὰ ἔμπροσθεν
[5]And I will draw near to you in judgment; and I will be a swift witness against the witches, and against the adulteresses, and against them that swear falsely by my name, and against them that keep back the hireling's wages, and them that oppress the widow, and afflict orphans, and that wrest the judgment of the stranger, and fear not me, saith the Lord Almighty. [5]καὶ προσάξω πρὸς ὑμᾶς ἐν κρίσει καὶ ἔσομαι μάρτυς ταχὺς ἐπὶ τὰς φαρμακοὺς καὶ ἐπὶ τὰς μοιχαλίδας καὶ ἐπὶ τοὺς ὀμνύοντας τῷ ὀνόματί μου ἐπὶ ψεύδει καὶ ἐπὶ τοὺς ἀποστεροῦντας μισθὸν μισθωτοῦ καὶ τοὺς καταδυναστεύοντας χήραν καὶ τοὺς κονδυλίζοντας ὀρφανοὺς καὶ τοὺς ἐκκλίνοντας κρίσιν προσηλύτου καὶ τοὺς μὴ φοβουμένους με λέγει κύριος παντοκράτωρ
[6]For I am the Lord your God, and I am not changed: [6]διότι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν καὶ οὐκ ἠλλοίωμαι καὶ ὑμεῖς υἱοὶ ιακωβ οὐκ ἀπέχεσθε
[7]but ye, the sons of Jacob, have not refrained from the iniquities of your fathers: ye have perverted my statutes, and have not kept them. Return to me, and I will return to you, saith the Lord Almighty. But ye said, Wherein shall we return? [7]ἀπὸ τῶν ἀδικιῶν τῶν πατέρων ὑμῶν ἐξεκλίνατε νόμιμά μου καὶ οὐκ ἐφυλάξασθε ἐπιστρέψατε πρός με καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς λέγει κύριος παντοκράτωρ καὶ εἴπατε ἐν τίνι ἐπιστρέψωμεν
[8]Will a man insult God? for ye insult me. But ye say, Wherein have we insulted thee? In that the tithes and first-fruits are with you still. [8]εἰ πτερνιεῖ ἄνθρωπος θεόν διότι ὑμεῖς πτερνίζετέ με καὶ ἐρεῖτε ἐν τίνι ἐπτερνίκαμέν σε ὅτι τὰ ἐπιδέκατα καὶ αἱ ἀπαρχαὶ μεθ ὑμῶν εἰσιν
[9]And ye do surely look off from me, and ye insult me. [9]καὶ ἀποβλέποντες ὑμεῖς ἀποβλέπετε καὶ ἐμὲ ὑμεῖς πτερνίζετε τὸ ἔθνος συνετελέσθη
[10]The year is completed, and ye have brought all the produce into the storehouses; but there shall be the plunder thereof in its house: return now on this behalf, saith the Lord Almighty, see if I will not open to you the torrents of heaven, and pour out my blessing upon you, until ye are satisfied. [10]καὶ εἰσηνέγκατε πάντα τὰ ἐκφόρια εἰς τοὺς θησαυρούς καὶ ἐν τῷ οἴκῳ αὐτοῦ ἔσται ἡ διαρπαγὴ αὐτοῦ ἐπισκέψασθε δὴ ἐν τούτῳ λέγει κύριος παντοκράτωρ ἐὰν μὴ ἀνοίξω ὑμῖν τοὺς καταρράκτας τοῦ οὐρανοῦ καὶ ἐκχεῶ ὑμῖν τὴν εὐλογίαν μου ἕως τοῦ ἱκανωθῆναι
[11]And I will appoint food for you, and I will not destroy the fruit of your land; and your vine in the field shall not fail, saith the Lord Almighty. [11]καὶ διαστελῶ ὑμῖν εἰς βρῶσιν καὶ οὐ μὴ διαφθείρω ὑμῶν τὸν καρπὸν τῆς γῆς καὶ οὐ μὴ ἀσθενήσῃ ὑμῶν ἡ ἄμπελος ἡ ἐν τῷ ἀγρῷ λέγει κύριος παντοκράτωρ
[12]And all nations shall call you blessed: for ye shall be a desirable land, saith the Lord Almighty. [12]καὶ μακαριοῦσιν ὑμᾶς πάντα τὰ ἔθνη διότι ἔσεσθε ὑμεῖς γῆ θελητή λέγει κύριος παντοκράτωρ
[13]Ye have spoken grievous words against me, saith the Lord. Yet ye said, Wherein have we spoken against thee? [13]ἐβαρύνατε ἐπ ἐμὲ τοὺς λόγους ὑμῶν λέγει κύριος καὶ εἴπατε ἐν τίνι κατελαλήσαμεν κατὰ σοῦ
[14]Ye said, He that serves God labours in vain: and what have we gained in that we have kept his ordinances, and in that we have walked as suppliants before the face of the Lord Almighty? [14]εἴπατε μάταιος ὁ δουλεύων θεῷ καὶ τί πλέον ὅτι ἐφυλάξαμεν τὰ φυλάγματα αὐτοῦ καὶ διότι ἐπορεύθημεν ἱκέται πρὸ προσώπου κυρίου παντοκράτορος
[15]And now we pronounce strangers blessed; and all they who act unlawfully are built up; and they have resisted God, and yet have been delivered. [15]καὶ νῦν ἡμεῖς μακαρίζομεν ἀλλοτρίους καὶ ἀνοικοδομοῦνται πάντες ποιοῦντες ἄνομα καὶ ἀντέστησαν θεῷ καὶ ἐσώθησαν
[16]Thus spoke they that feared the Lord, every one to his neighbour: and the Lord gave heed, and hearkened, and he wrote a book of remembrance before him for them that feared the Lord and reverenced his name. [16]ταῦτα κατελάλησαν οἱ φοβούμενοι τὸν κύριον ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ προσέσχεν κύριος καὶ εἰσήκουσεν καὶ ἔγραψεν βιβλίον μνημοσύνου ἐνώπιον αὐτοῦ τοῖς φοβουμένοις τὸν κύριον καὶ εὐλαβουμένοις τὸ ὄνομα αὐτοῦ
[17]And they shall be mine, saith the Lord Almighty, in the day which I appoint for a peculiar possession; and I will make choice of them, as a man makes choice of his son that serves him. [17]καὶ ἔσονταί μοι λέγει κύριος παντοκράτωρ εἰς ἡμέραν ἣν ἐγὼ ποιῶ εἰς περιποίησιν καὶ αἱρετιῶ αὐτοὺς ὃν τρόπον αἱρετίζει ἄνθρωπος τὸν υἱὸν αὐτοῦ τὸν δουλεύοντα αὐτῷ
[18]Then shall ye return, and discern between the righteous and the wicked, and between him that serves God, and him that serves him not. [18]καὶ ἐπιστραφήσεσθε καὶ ὄψεσθε ἀνὰ μέσον δικαίου καὶ ἀνὰ μέσον ἀνόμου καὶ ἀνὰ μέσον τοῦ δουλεύοντος θεῷ καὶ τοῦ μὴ δουλεύοντος
19[No verse] [19]διότι ἰδοὺ ἡμέρα κυρίου ἔρχεται καιομένη ὡς κλίβανος καὶ φλέξει αὐτούς καὶ ἔσονται πάντες οἱ ἀλλογενεῖς καὶ πάντες οἱ ποιοῦντες ἄνομα καλάμη καὶ ἀνάψει αὐτοὺς ἡ ἡμέρα ἡ ἐρχομένη λέγει κύριος παντοκράτωρ καὶ οὐ μὴ ὑπολειφθῇ ἐξ αὐτῶν ῥίζα οὐδὲ κλῆμα
20[No verse] [20]καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ καὶ ἐξελεύσεσθε καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα
21[No verse] [21]καὶ καταπατήσετε ἀνόμους διότι ἔσονται σποδὸς ὑποκάτω τῶν ποδῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ ᾗ ἐγὼ ποιῶ λέγει κύριος παντοκράτωρ
22[No verse] [22]καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμῖν ηλιαν τὸν θεσβίτην πρὶν ἐλθεῖν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ
23[No verse] [23]ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱὸν καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὐτοῦ μὴ ἔλθω καὶ πατάξω τὴν γῆν ἄρδην
24[No verse] [24]μνήσθητε νόμου μωυσῆ τοῦ δούλου μου καθότι ἐνετειλάμην αὐτῷ ἐν χωρηβ πρὸς πάντα τὸν ισραηλ προστάγματα καὶ δικαιώματα
Author: Sir Lancelot Charles Lee Brenton (1851)
Source: ecmarsh.com
Source: sacred-texts.org
Top