«
Nestle-Aland Greek NT (1993)
N/A GNT
The Didache
Didache
[1]καὶ ἐκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς ἰουδαίας [καὶ] πέραν τοῦ ἰορδάνου, καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν, καὶ ὡς εἰώθει πάλιν ἐδίδασκεν αὐτούς. [No book]
[2]καὶ προσελθόντες φαρισαῖοι ἐπηρώτων αὐτὸν εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν. [No book]
[3]ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, τί ὑμῖν ἐνετείλατο μωϊσῆς; [No book]
[4]οἱ δὲ εἶπαν, ἐπέτρεψεν μωϊσῆς βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι. [No book]
[5]ὁ δὲ ἰησοῦς εἶπεν αὐτοῖς, πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην. [No book]
[6]ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς· [No book]
[7]ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα [καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ], [No book]
[8]καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ μία σάρξ. [No book]
[9]ὃ οὗν ὁ θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω. [No book]
[10]καὶ εἰς τὴν οἰκίαν πάλιν οἱ μαθηταὶ περὶ τούτου ἐπηρώτων αὐτόν. [No book]
[11]καὶ λέγει αὐτοῖς, ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην μοιχᾶται ἐπ᾽ αὐτήν, [No book]
[12]καὶ ἐὰν αὐτὴ ἀπολύσασα τὸν ἄνδρα αὐτῆς γαμήσῃ ἄλλον μοιχᾶται. [No book]
[13]καὶ προσέφερον αὐτῶ παιδία ἵνα αὐτῶν ἅψηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς. [No book]
[14]ἰδὼν δὲ ὁ ἰησοῦς ἠγανάκτησεν καὶ εἶπεν αὐτοῖς, ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ. [No book]
[15]ἀμὴν λέγω ὑμῖν, ὃς ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. [No book]
[16]καὶ ἐναγκαλισάμενος αὐτὰ κατευλόγει τιθεὶς τὰς χεῖρας ἐπ᾽ αὐτά. [No book]
[17]καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδὸν προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν, διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω; [No book]
[18]ὁ δὲ ἰησοῦς εἶπεν αὐτῶ, τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός. [No book]
[19]τὰς ἐντολὰς οἶδας· μὴ φονεύσῃς, μὴ μοιχεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, μὴ ἀποστερήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα. [No book]
[20]ὁ δὲ ἔφη αὐτῶ, διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. [No book]
[21]ὁ δὲ ἰησοῦς ἐμβλέψας αὐτῶ ἠγάπησεν αὐτὸν καὶ εἶπεν αὐτῶ, ἕν σε ὑστερεῖ· ὕπαγε ὅσα ἔχεις πώλησον καὶ δὸς [τοῖς] πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῶ, καὶ δεῦρο ἀκολούθει μοι. [No book]
[22]ὁ δὲ στυγνάσας ἐπὶ τῶ λόγῳ ἀπῆλθεν λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά. [No book]
[23]καὶ περιβλεψάμενος ὁ ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ, πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελεύσονται. [No book]
[24]οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. ὁ δὲ ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς, τέκνα, πῶς δύσκολόν ἐστιν εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν· [No book]
[25]εὐκοπώτερόν ἐστιν κάμηλον διὰ [τῆς] τρυμαλιᾶς [τῆς] ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν. [No book]
[26]οἱ δὲ περισσῶς ἐξεπλήσσοντο λέγοντες πρὸς ἑαυτούς, καὶ τίς δύναται σωθῆναι; [No book]
[27]ἐμβλέψας αὐτοῖς ὁ ἰησοῦς λέγει, παρὰ ἀνθρώποις ἀδύνατον ἀλλ᾽ οὐ παρὰ θεῶ, πάντα γὰρ δυνατὰ παρὰ τῶ θεῶ. [No book]
[28]ἤρξατο λέγειν ὁ πέτρος αὐτῶ, ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήκαμέν σοι. [No book]
[29]ἔφη ὁ ἰησοῦς, ἀμὴν λέγω ὑμῖν, οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ μητέρα ἢ πατέρα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν ἐμοῦ καὶ ἕνεκεν τοῦ εὐαγγελίου, [No book]
[30]ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῶ καιρῶ τούτῳ οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ μητέρας καὶ τέκνα καὶ ἀγροὺς μετὰ διωγμῶν, καὶ ἐν τῶ αἰῶνι τῶ ἐρχομένῳ ζωὴν αἰώνιον. [No book]
[31]πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ [οἱ] ἔσχατοι πρῶτοι. [No book]
[32]ἦσαν δὲ ἐν τῇ ὁδῶ ἀναβαίνοντες εἰς ἱεροσόλυμα, καὶ ἦν προάγων αὐτοὺς ὁ ἰησοῦς, καὶ ἐθαμβοῦντο, οἱ δὲ ἀκολουθοῦντες ἐφοβοῦντο. καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῶ συμβαίνειν, [No book]
[33]ὅτι ἰδοὺ ἀναβαίνομεν εἰς ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ τοῖς γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν [No book]
[34]καὶ ἐμπαίξουσιν αὐτῶ καὶ ἐμπτύσουσιν αὐτῶ καὶ μαστιγώσουσιν αὐτὸν καὶ ἀποκτενοῦσιν, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστήσεται. [No book]
[35]καὶ προσπορεύονται αὐτῶ ἰάκωβος καὶ ἰωάννης οἱ υἱοὶ ζεβεδαίου λέγοντες αὐτῶ, διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμέν σε ποιήσῃς ἡμῖν. [No book]
[36]ὁ δὲ εἶπεν αὐτοῖς, τί θέλετέ [με ] ποιήσω ὑμῖν; [No book]
[37]οἱ δὲ εἶπαν αὐτῶ, δὸς ἡμῖν ἵνα εἷς σου ἐκ δεξιῶν καὶ εἷς ἐξ ἀριστερῶν καθίσωμεν ἐν τῇ δόξῃ σου. [No book]
[38]ὁ δὲ ἰησοῦς εἶπεν αὐτοῖς, οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; [No book]
[39]οἱ δὲ εἶπαν αὐτῶ, δυνάμεθα. ὁ δὲ ἰησοῦς εἶπεν αὐτοῖς, τὸ ποτήριον ὃ ἐγὼ πίνω πίεσθε καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε, [No book]
[40]τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου ἢ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ᾽ οἷς ἡτοίμασται. [No book]
[41]καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ ἰακώβου καὶ ἰωάννου. [No book]
[42]καὶ προσκαλεσάμενος αὐτοὺς ὁ ἰησοῦς λέγει αὐτοῖς, οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν. [No book]
[43]οὐχ οὕτως δέ ἐστιν ἐν ὑμῖν· ἀλλ᾽ ὃς ἂν θέλῃ μέγας γενέσθαι ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος, [No book]
[44]καὶ ὃς ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος, ἔσται πάντων δοῦλος· [No book]
[45]καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. [No book]
[46]καὶ ἔρχονται εἰς ἰεριχώ. καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ ἰεριχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ ὁ υἱὸς τιμαίου βαρτιμαῖος τυφλὸς προσαίτης ἐκάθητο παρὰ τὴν ὁδόν. [No book]
[47]καὶ ἀκούσας ὅτι ἰησοῦς ὁ ναζαρηνός ἐστιν ἤρξατο κράζειν καὶ λέγειν, υἱὲ δαυὶδ ἰησοῦ, ἐλέησόν με. [No book]
[48]καὶ ἐπετίμων αὐτῶ πολλοὶ ἵνα σιωπήσῃ· ὁ δὲ πολλῶ μᾶλλον ἔκραζεν, υἱὲ δαυίδ, ἐλέησόν με. [No book]
[49]καὶ στὰς ὁ ἰησοῦς εἶπεν, φωνήσατε αὐτόν. καὶ φωνοῦσιν τὸν τυφλὸν λέγοντες αὐτῶ, θάρσει, ἔγειρε, φωνεῖ σε. [No book]
[50]ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναπηδήσας ἦλθεν πρὸς τὸν ἰησοῦν. [No book]
[51]καὶ ἀποκριθεὶς αὐτῶ ὁ ἰησοῦς εἶπεν, τί σοι θέλεις ποιήσω; ὁ δὲ τυφλὸς εἶπεν αὐτῶ, ραββουνι, ἵνα ἀναβλέψω. [No book]
[52]καὶ ὁ ἰησοῦς εἶπεν αὐτῶ, ὕπαγε, ἡ πίστις σου σέσωκέν σε. καὶ εὐθὺς ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῶ ἐν τῇ ὁδῶ. [No book]
Author: Eberhard Nestle (1851–1913), Kurt Aland (1915–1994), Barbara Aland (b. 1937), et al.
Source: sacred-texts.org

See information...
Translation: Charles H. Hoole (1894)
Source: sacred-texts.com
Top