«
SBL Greek NT (2010)
SBL
The Bishops' Bible (1568)
Bishop
[1]Καὶ ἐκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας ⸀καὶ πέραν τοῦ Ἰορδάνου, καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν, καὶ ὡς εἰώθει πάλιν ἐδίδασκεν αὐτούς. [1]And when he rose from thence, he went into the coastes of Iurie, through the region [that is] beyonde Iordane: And the people resorted vnto hym a freshe, and as he was wont, he taught them agayne
[2]⸀Καὶ ⸀ἐπηρώτων αὐτὸν εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν. [2]And the pharisees came, and asked hym: Is it lawfull for a man to put away his wyfe? temptyng hym
[3]ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Τί ὑμῖν ἐνετείλατο Μωϋσῆς; [3]And he aunswered, and sayde vnto them: What did Moyses commaunde you to do
[4]οἱ δὲ εἶπαν· ⸂Ἐπέτρεψεν Μωϋσῆς⸃ βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι. [4]And they sayde: Moyses suffred to write a booke of diuorcement, and to put her away
[5]⸂ὁ δὲ⸃ Ἰησοῦς εἶπεν αὐτοῖς· Πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην· [5]And Iesus aunswered, and sayde vnto the: For the hardnesse of your heart, he wrote this precept vnto you
[6]ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν ⸀αὐτούς· [6]But from the begynnyng of the creation, God made them male & female
[7]ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα ⸂καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ⸃, [7][And sayde] for this cause shall a man leaue his father and mother, and byde by his wyfe
[8]καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ μία σάρξ· [8]And they twayne shalbe one fleshe. So then are they no more twayne, but one fleshe
[9]ὃ οὖν ὁ θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω. [9]Therfore, what God hath coupled together, let not man seperate
[10]Καὶ ⸂εἰς τὴν οἰκίαν⸃ πάλιν οἱ μαθηταὶ ⸂περὶ τούτου⸃ ⸀ἐπηρώτων αὐτόν. [10]And in the house, his disciples asked hym agayne, of the same matter
[11]καὶ λέγει αὐτοῖς· Ὃς ⸀ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην μοιχᾶται ἐπʼ αὐτήν, [11]And he sayth vnto them: Whosoeuer putteth away his wyfe, & maryeth another, committeth adulterie agaynst her
[12]καὶ ἐὰν ⸂αὐτὴ ἀπολύσασα τὸν ἄνδρα αὐτῆς γαμήσῃ ἄλλον⸃ μοιχᾶται. [12]And yf a woman put away her husbande, and be maryed to another, she committeth adulterie
[13]Καὶ προσέφερον αὐτῷ παιδία ἵνα ⸂αὐτῶν ἅψηται⸃· οἱ δὲ μαθηταὶ ⸂ἐπετίμησαν αὐτοῖς⸃. [13]And they brought young chyldren to hym, that he shoulde touche them: And his disciples rebuked those that brought them
[14]ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησεν καὶ εἶπεν αὐτοῖς· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ. [14]But when Iesus sawe it, he was sore displeased, and sayde vnto them: Suffer the young children to come vnto me, forbyd them not: For of such, is the kyngdome of God
[15]ἀμὴν λέγω ὑμῖν, ὃς ⸀ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. [15]Ueryly I say vnto you, whosoeuer doth not receaue ye kingdome of God as a young childe, he shall not enter therin
[16]καὶ ἐναγκαλισάμενος αὐτὰ ⸂κατευλόγει τιθεὶς τὰς χεῖρας ἐπʼ αὐτά⸃. [16]And when he had taken them vp in his armes, he put his handes vpon the, and blessed them
[17]Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδὸν προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν· Διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω; [17]And when he was gone foorth into the way, there came one runnyng, and kneeled to hym, and asked hym: good Maister, what shall I do, that I may inherite eternall lyfe
[18]ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός. [18]Iesus sayde vnto hym: Why callest thou me good? There is no man good but one, which is God
[19]τὰς ἐντολὰς οἶδας· Μὴ ⸂φονεύσῃς, Μὴ μοιχεύσῃς⸃, Μὴ κλέψῃς, Μὴ ψευδομαρτυρήσῃς, Μὴ ἀποστερήσῃς, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα. [19]Thou knowest the commaundementes: Thou shalt not commit adulterie, Thou shalt not kyll, Thou shalt not steale, Thou shalt not beare false witnesse, Thou shalt defraude no man, Honour thy father and mother
[20]ὁ δὲ ⸀ἔφη αὐτῷ· Διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. [20]He aunswered, and sayde vnto hym: Maister, all these haue I obserued from my youth
[21]ὁ δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτὸν καὶ εἶπεν αὐτῷ· Ἕν ⸀σε ὑστερεῖ· ὕπαγε ὅσα ἔχεις πώλησον καὶ δὸς ⸀τοῖς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει ⸀μοι. [21]Iesus behelde hym, and loued hym, and sayde vnto hym, one thyng thou lackest: Go thy way, sell whatsoeuer thou hast, and geue to the poore, & thou shalt haue treasure in heauen, and come folowe me, and take vp the crosse
[22]ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθεν λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά. [22]But he was discomforted because of that saying, and went away mournyng: for he had great possessions
[23]Καὶ περιβλεψάμενος ὁ Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ· Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελεύσονται. [23]And when Iesus had loked rounde about, he sayde vnto his disciples: Howe hardly shall they that haue riches, enter into the kyngdome of God
[24]οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς· Τέκνα, πῶς δύσκολόν ⸀ἐστιν εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν· [24]And the disciples were astonyed at his wordes. But Iesus aunswereth agayne, and sayth vnto them: Children, howe harde is it for the that trust in ryches, to enter into ye kyngdome of God
[25]εὐκοπώτερόν ἐστιν κάμηλον διὰ ⸂τῆς τρυμαλιᾶς τῆς⸃ ῥαφίδος ⸀διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν. [25]It is easier for a camel to go thorowe the eye of a needle, then for the riche to enter into the kyngdome of God
[26]οἱ δὲ περισσῶς ἐξεπλήσσοντο λέγοντες πρὸς ⸀ἑαυτούς· Καὶ τίς δύναται σωθῆναι; [26]And they were astonyed out of measure, saying betwene them selues: who then can be saued
[27]⸀ἐμβλέψας αὐτοῖς ὁ Ἰησοῦς λέγει· Παρὰ ἀνθρώποις ἀδύνατον ἀλλʼ οὐ παρὰ θεῷ, πάντα γὰρ ⸀δυνατὰ παρὰ τῷ θεῷ. [27]Iesus loked vpon them, & sayde: with men it is vnpossible, but not with God: for with God all thynges are possible
[28]Ἤρξατο ⸂λέγειν ὁ Πέτρος⸃ αὐτῷ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ⸀ἠκολουθήκαμέν σοι. [28]And Peter began to say vnto him: Lo, we haue forsaken all, & haue folowed thee
[29]⸂ἔφη ὁ Ἰησοῦς⸃· Ἀμὴν λέγω ὑμῖν, οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ ⸂μητέρα ἢ πατέρα⸃ ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν ἐμοῦ καὶ ἕνεκεν τοῦ εὐαγγελίου, [29]Iesus aunswered, & sayde: Ueryly I say vnto you, there is no man that hath forsaken house, or brethren, or sisters, or father, or mother, or wyfe, or chyldren, or landes, for my sake and the Gospels
[30]ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ ⸀μητέρας καὶ τέκνα καὶ ἀγροὺς μετὰ διωγμῶν, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον. [30]But he shall receaue an hundreth folde nowe at this present, houses, and brethren, and sisters, and mothers, and chyldren, and landes, with persecutions, and in the worlde to come, eternall lyfe
[31]πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ⸀οἱ ἔσχατοι πρῶτοι. [31]But many that are first, shalbe last: and the last, first
[32]Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα, καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς, καὶ ἐθαμβοῦντο, ⸂οἱ δὲ⸃ ἀκολουθοῦντες ἐφοβοῦντο. καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν [32]And they were in the way, goyng vp to Hierusalem: And Iesus went before them, and they were amazed, and folowed, and were afrayde. And Iesus toke the twelue agayne, and beganne to tell them what thynges shoulde happen vnto hym
[33]ὅτι Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ ⸀τοῖς γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν [33]Beholde, we go vp to Hierusalem, and the sonne of man shalbe delyuered vnto the hye priestes, & vnto the scribes and they shall condenme hym to death, and shall delyuer hym to the Gentiles
[34]καὶ ἐμπαίξουσιν αὐτῷ καὶ ⸂ἐμπτύσουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν⸃ καὶ ⸀ἀποκτενοῦσιν, καὶ ⸂μετὰ τρεῖς ἡμέρας⸃ ἀναστήσεται. [34]And they shall mocke hym, & scourge hym, spit vpon hym, and kyll hym: And the thirde day he shall ryse agayne
[35]Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης ⸀οἱ υἱοὶ Ζεβεδαίου λέγοντες ⸀αὐτῷ· Διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμέν ⸀σε ποιήσῃς ἡμῖν. [35]And Iames and Iohn, the sonnes of Zebedee, came vnto hym, saying: Maister, we would that thou shouldest do for vs, whatsoeuer we desyre
[36]ὁ δὲ εἶπεν αὐτοῖς· Τί θέλετε ⸀ποιήσω ὑμῖν; [36]He sayde vnto them: What woulde ye, that I shoulde do for you
[37]οἱ δὲ εἶπαν αὐτῷ· Δὸς ἡμῖν ἵνα εἷς ⸂σου ἐκ δεξιῶν⸃ καὶ εἷς ἐξ ⸀ἀριστερῶν καθίσωμεν ἐν τῇ δόξῃ σου. [37]They sayde vnto hym: graunt vnto vs, that we may sit, one on thy ryght hande, and the other on thy left hande, in thy glory
[38]ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐκ οἴδατε τί αἰτεῖσθε· δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, ⸀ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; [38]But Iesus sayde vnto them, Ye wote not what ye aske: Can ye drynke of the cuppe that I drynke of? and be baptized with the baptisme that I am baptized with
[39]οἱ δὲ εἶπαν αὐτῷ· Δυνάμεθα. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· ⸀Τὸ ποτήριον ὃ ἐγὼ πίνω πίεσθε καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε, [39]And they sayde vnto hym: that we can. Iesus sayde vnto them: ye shall in deede drynke of the cup that I drynke of, and with the baptisme that I am baptized withall, shall ye be baptized
[40]τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου ⸀ἢ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλʼ οἷς ἡτοίμασται. [40]But to syt on my ryght hande, and on my left hande, is not myne to geue, but vnto them, for whom it is prepared
[41]Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου. [41]And when the ten hearde it, they began to disdaine at Iames and Iohn
[42]⸂καὶ προσκαλεσάμενος αὐτοὺς ὁ Ἰησοῦς⸃ λέγει αὐτοῖς· Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν. [42]But Iesus, when he had called them to hym, sayde vnto them: ye knowe, that they which seeme to beare rule among the Gentiles, raigne as Lordes ouer them: And they that be great among them, exercise aucthoritie vpon them
[43]οὐχ οὕτως δέ ⸀ἐστιν ἐν ὑμῖν· ἀλλʼ ὃς ⸀ἂν θέλῃ ⸂μέγας γενέσθαι⸃ ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος, [43]Neuerthelesse, so shall it not be among you: but whosoeuer of you, wyll be great among you, shalbe your minister
[44]καὶ ὃς ⸀ἂν θέλῃ ⸂ἐν ὑμῖν εἶναι⸃ πρῶτος, ἔσται πάντων δοῦλος· [44]And whosoeuer of you wyll be the chiefest, shalbe seruaunt of all
[45]καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. [45]For the sonne of man also came not to be ministred vnto: but to minister, & to geue his lyfe, a raunsome for many
[46]Καὶ ἔρχονται εἰς Ἰεριχώ. καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἰεριχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ ⸀ὁ υἱὸς Τιμαίου Βαρτιμαῖος ⸀τυφλὸς ⸂προσαίτης ἐκάθητο παρὰ τὴν ὁδόν⸃. [46]And they came to Hierico: And as he went out of ye citie of Hierico with his disciples, and a great number of people, blynde Bartimeus the sonne of Timeus, sate by the hye wayes syde beggyng
[47]καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ ⸀Ναζαρηνός ἐστιν ἤρξατο κράζειν καὶ λέγειν· ⸀Υἱὲ Δαυὶδ Ἰησοῦ, ἐλέησόν με. [47]And when he hearde that it was Iesus of Nazareth, he beganne to cry, and say: Iesus, thou sonne of Dauid, haue mercy on me
[48]καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν· Υἱὲ Δαυίδ, ἐλέησόν με. [48]And many rebuked hym, that he shoulde holde his peace: But he cryed the more a great deale, thou sonne of Dauid haue mercy on me
[49]καὶ στὰς ὁ Ἰησοῦς εἶπεν· ⸂Φωνήσατε αὐτόν⸃. καὶ φωνοῦσι τὸν τυφλὸν λέγοντες αὐτῷ· Θάρσει, ⸀ἔγειρε, φωνεῖ σε. [49]And Iesus stoode styll, and commaunded hym to be called. And they called the blynde, saying vnto hym: Be of good comfort, ryse, he calleth the
[50]ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ⸀ἀναπηδήσας ἦλθεν πρὸς τὸν Ἰησοῦν. [50]And he threwe away his cloke, & rose, and came to Iesus
[51]καὶ ἀποκριθεὶς ⸂αὐτῷ ὁ Ἰησοῦς εἶπεν⸃· Τί ⸂σοι θέλεις ποιήσω⸃; ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ· Ραββουνι, ἵνα ἀναβλέψω. [51]And Iesus aunswered, and sayde vnto hym: what wylt thou that I do vnto thee? The blynde sayde vnto hym: Maister, that I myght see
[52]⸂καὶ ὁ⸃ Ἰησοῦς εἶπεν αὐτῷ· Ὕπαγε, ἡ πίστις σου σέσωκέν σε. καὶ ⸀εὐθὺς ἀνέβλεψεν, καὶ ἠκολούθει ⸀αὐτῷ ἐν τῇ ὁδῷ. [52]Iesus sayde vnto hym: Go thy way, thy fayth hath saued thee. And immediatly he receaued his sight, & folowed Iesus in the way
Author: Michael W. Holmes (2010)
Source: www.sblgnt.com

See information...
Source: studybible.org
Top