«
Wycliffe's English Translation (1388)
Wyc
Patriarchal Greek NT (1904)
Patr
[1]And Jhesus roos vp fro thennus, and cam in to the coostis of Judee ouer Jordan; and eftsoones the puple cam togidere to hym, and as he was wont, eftsoone he tauyte hem. [1]Καὶ ἐκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς ᾿Ιουδαίας διὰ τοῦ πέραν τοῦ ᾿Ιορδάνου, καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν, καὶ ὡς εἰώθει, πάλιν ἐδίδασκεν αὐτούς.
[2]And the Farisees camen, and axiden hym, Whether it be leueful to a man to leeue his wijf? and thei temptiden hym. [2]καὶ προσελθόντες οἱ Φαρισαῖοι ἐπηρώτων αὐτὸν εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν.
[3]And he answeride, and seide to hem, What comaundide Moises to you? [3]ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· τί ὑμῖν ἐνετείλατο Μωϋσῆς;
[4]And thei seiden, Moises suffride to write a libel of forsaking, and to forsake. [4]οἱ δὲ εἶπον· ἐπέτρεψε Μωϋσῆς βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι.
[5]`To whiche Jhesus answeride, and seide, For the hardnesse of youre herte Moises wroot to you this comaundement. [5]καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην·
[6]But fro the bigynnyng of creature God made hem male and female; [6]ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς ὁ Θεός·
[7]and seide, For this thing a man schal leeue his fadir and modir, [7]ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.
[8]and schal drawe to hys wijf, and thei schulen be tweyne in o flesch. And so now thei ben not tweyne, but o flesch. [8]ὥστε οὐκέτι εἰσὶ δύο, ἀλλὰ μία σάρξ·
[9]Therfor that thing that God ioynede togidere, no man departe. [9]ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.
[10]And eftsoone in the hous hise disciplis axiden hym of the same thing. [10]καὶ εἰς τὴν οἰκίαν πάλιν οἱ μαθηταὶ περὶ τούτου ἐπηρώτων αὐτόν,
[11]And he seide to hem, Who euer leeuith his wijf, and weddith another, he doith auowtri on hir. [11]καὶ λέγει αὐτοῖς· ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην, μοιχᾶται ἐπ᾿ αὐτήν·
[12]And if the wijf leeue hir housebonde, and be weddid to another man, sche doith letcherie. [12]καὶ ἐὰν γυνὴ ἀπολύσασα τὸν ἄνδρα γαμηθῇ ἄλλῳ, μοιχᾶται.
[13]And thei brouyten to hym litle children, that he schulde touche hem; and the disciplis threteneden the men, that brouyten hem. [13]Καὶ προσέφερον αὐτῷ παιδία, ἵνα αὐτῶν ἅψηται· οἱ δὲ μαθηταὶ ἐπετίμων τοῖς προσφέρουσιν.
[14]And whanne Jhesus hadde seyn hem, he baar heuy, and seide to hem, Suffre ye litle children to come to me, and forbede ye hem not, for of suche is the kyngdom of God. [14]ἰδὼν δὲ ὁ ᾿Ιησοῦς ἠγανάκτησε καὶ εἶπεν αὐτοῖς· ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ.
[15]Treuli Y seie to you, who euer resseyueth not the kyngdom of God as a litil child, he schal not entre in to it. [15]ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.
[16]And he biclippide hem, and leide hise hondis on hem, and blisside hem. [16]καὶ ἐναγκαλισάμενος αὐτὰ κατηυλόγει τιθεὶς τὰς χεῖρας ἐπ᾿ αὐτά.
[17]And whanne Jhesus was gon out in the weie, a man ranne bifore, and knelide bifor hym, and preiede hym, and seide, Good maister, what schal Y do, that Y resseyue euerlastynge lijf? [17]Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδὸν προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν· διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω;
[18]And Jhesus seide to hym, What seist thou, that Y am good? Ther is no man good, but God hym silf. [18]ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτῷ· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός.
[19]Thou knowist the comaundementis, do thou noon auowtrie, `sle not, stele not, seie not fals witnessyng, do no fraude, worschipe thi fadir and thi modir. [19]τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, μὴ ἀποστερήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα.
[20]And he answeride, and seide to hym, Maister, Y haue kept alle these thingis fro my yongthe. [20]ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου.
[21]And Jhesus bihelde hym, and louede hym, and seide to hym, O thing faileth to thee; go thou, and sille alle thingis that thou hast, and yyue to pore men, and thou schalt haue tresoure in heuene; and come, sue thou me. [21]ὁ δὲ ᾿Ιησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτὸν καὶ εἶπεν αὐτῷ· ἕν σε ὑστερεῖ· εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, ὅσα ἔχεις πώλησον καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι, ἄρας τὸν σταυρόν σου.
[22]And he was ful sori in the word, and wente awei mornyng, for he hadde many possessiouns. [22]ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά.
[23]And Jhesus bihelde aboute, and seide to hise disciplis, Hou hard thei that han ritchessis schulen entre in to the kyngdom of God. [23]Καὶ περιβλεψάμενος ὁ ᾿Ιησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ· πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελεύσονται!
[24]And the disciplis weren astonyed in hise wordis. And Jhesus eftsoone answeride, and seide `to hem, Ye litle children, hou hard it is for men that tristen in ritchessis to entre in to the kyngdom of God. [24]οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. ὁ δὲ ᾿Ιησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς· τέκνα, πῶς δύσκολόν ἐστι τοὺς πεποιθότας ἐπὶ χρήμασιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν·
[25]It is liyter a camele to passe thorou a nedlis iye, than a riche man to entre in to the kyngdom of God. [25]εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.
[26]And thei wondriden more, and seiden among hem silf, And who may be sauyd? [26]οἱ δὲ περισσῶς ἐξεπλήσσοντο λέγοντες πρὸς ἑαυτούς· καὶ τίς δύναται σωθῆναι;
[27]And Jhesus bihelde hem, and seide, Anentis men it is impossible, but not anentis God; for alle thingis ben possible anentis God. [27]ἐμβλέψας αὐτοῖς ὁ ᾿Ιησοῦς λέγει· παρὰ ἀνθρώποις ἀδύνατον, ἀλλ᾿ οὐ παρὰ Θεῷ· πάντα γὰρ δυνατά ἐστι παρὰ τῷ Θεῷ.
[28]And Petir bigan to seie to hym, Lo! we han left alle thingis, and han sued thee. [28]῎Ηρξατο ὁ Πέτρος λέγειν αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι.
[29]Jhesus answeride, and seide, Treuli Y seie to you, ther is no man that leeueth hous, or britheren, or sistris, or fadir, or modir, or children, or feeldis for me and for the gospel, [29]ἀποκριθεὶς δὲ ὁ ᾿Ιησοῦς εἶπεν· ἀμὴν λέγω ὑμῖν, οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν ἐμοῦ καὶ ἕνεκεν τοῦ εὐαγγελίου,
[30]which schal not take an hundrid fold so myche now in this tyme, housis, and britheren, and sistris, and modris, and children, and feeldis, with persecuciouns, and in the world to comynge euerlastynge lijf. [30]ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ πατέρα καὶ μητέρα καὶ τέκνα καὶ ἀγροὺς μετὰ διωγμῶν, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.
[31]But many schulen be, the firste the last, and the last the firste. [31]πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.
[32]And thei weren in the weie goynge vp to Jerusalem; and Jhesus wente bifor hem, and thei wondriden, and foleweden, and dredden. And eftsoone Jhesus took the twelue, and bigan to seie to hem, what thingis weren to come to hym. [32]῏Ησαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς ῾Ιεροσόλυμα· καὶ ἦν προάγων αὐτοὺς ὁ ᾿Ιησοῦς, καὶ ἐθαμβοῦντο, καὶ ἀκολουθοῦντες ἐφοβοῦντο. καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν,
[33]For lo! we stien to Jerusalem, and mannus sone schal be bitraied to the princis of prestis, and to scribis, and to the eldre men; and thei schulen dampne hym bi deth, and thei schulen take hym to hethene men. And thei schulen scorne hym, [33]ὅτι ἰδοὺ ἀναβαίνομεν εἰς ῾Ιεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσι,
[34]and bispete hym, and bete him; and thei schulen sle hym, and in the thridde dai he schal rise ayen. [34]καὶ ἐμπαίξουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν καὶ ἐμπτύσουσιν αὐτῷ καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
[35]And James and Joon, Zebedees sones, camen to hym, and seiden, Maister, we wolen, that what euer we axen, thou do to vs. [35]Καὶ προσπορεύονται αὐτῷ ᾿Ιάκωβος καὶ ᾿Ιωάννης υἱοὶ Ζεβεδαίου λέγοντες· διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμεν ποιήσῃς ἡμῖν.
[36]And he seide to hem, What wolen ye that Y do to you? [36]ὁ δὲ εἶπεν αὐτοῖς· τί θέλετε ποιῆσαί με ὑμῖν;
[37]And thei seiden, Graunte to vs, that we sitten `the toon at thi riythalf, and the tother at thi left half, in thi glorie. [37]οἱ δὲ εἶπον αὐτῷ· δὸς ἡμῖν ἵνα εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σου καθίσωμεν ἐν τῇ δόξῃ σου.
[38]And Jhesus seide to hem, Ye witen not what ye axen; moun ye drynke the cuppe, which Y schal drynke, or be waischun with the baptym, in which Y am baptisid? [38]ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι;
[39]And thei seiden to hym, We moun. And Jhesus seide to hem, Ye schulen drynke the cuppe that Y drynke, and ye schulen be waschun with the baptym, in which Y am baptisid; [39]οἱ δὲ εἶπον αὐτῷ· δυνάμεθα. ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· τὸ μὲν ποτήριον ὃ ἐγὼ πίνω πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε·
[40]but to sitte at my riythalf or lefthalf is not myn to yyue to you, but to whiche it is maad redi. [40]τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ᾿ οἷς ἡτοίμασται.
[41]And the ten herden, and bigunnen to haue indignacioun of James and Joon. [41]Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ ᾿Ιακώβου καὶ ᾿Ιωάννου.
[42]But Jhesus clepide hem, and seide to hem, Ye witen, that thei that semen to haue prynshode of folkis, ben lordis of hem, and the princes of hem han power of hem. [42]ὁ δὲ ᾿Ιησοῦς προσκαλεσάμενος αὐτοὺς λέγει αὐτοῖς· οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν·
[43]But it is not so among you, but who euer wole be maad gretter, schal be youre mynyster; [43]οὐχ οὕτω δὲ ἔσται ἐν ὑμῖν, ἀλλ᾿ ὃς ἐὰν θέλῃ γενέσθαι μέγας ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος,
[44]and who euer wole be the firste among you, schal be seruaunt of alle. [44]καὶ ὃς ἐὰν θέλῃ ὑμῶν γενέσθαι πρῶτος, ἔσται πάντων δοῦλος·
[45]For whi mannus sone cam not, that it schulde be mynystrid to hym, but that he schulde mynystre, and yyue his lijf ayenbiyng for manye. [45]καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
[46]And thei camen to Jerico; and whanne he yede forth fro Jerico, and hise disciplis, and a ful myche puple, Barthymeus, a blynde man, the sone of Thimei, sat bisidis the weie, and beggide. [46]Καὶ ἔρχονται εἰς ῾Ιεριχώ. καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ ῾Ιεριχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ, ὁ υἱὸς Τιμαίου Βαρτιμαῖος τυφλὸς ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν.
[47]And whanne he herde, that it is Jhesus of Nazareth, he bigan to crie, and seie, Jhesu, the sone of Dauid, haue merci on me. [47]καὶ ἀκούσας ὅτι ᾿Ιησοῦς ὁ Ναζωραῖός ἐστιν, ἤρξατο κράζειν καὶ λέγειν· υἱὲ Δαυῒδ ᾿Ιησοῦ, ἐλέησόν με.
[48]And manye thretneden hym, that he schulde be stille; and he criede myche the more, Jhesu, the sone of Dauid, haue merci on me. [48]καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν· υἱὲ Δαυΐδ, ἐλέησόν με.
[49]And Jhesus stood, and comaundide hym to be clepid; and thei clepen the blynde man, and seien to hym, Be thou of betere herte, rise vp, he clepith thee. [49]καὶ στὰς ὁ ᾿Ιησοῦς εἶπε· φωνήσατε αὐτόν· καὶ φωνοῦσι τὸν τυφλὸν λέγοντες αὐτῷ· θάρσει, ἔγειρε· φωνεῖ σε.
[50]And he castide awei his cloth, and skippide, and cam to hym. [50]ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναστὰς ἦλθε πρὸς τὸν ᾿Ιησοῦν.
[51]And Jhesus answeride, and seide to hym, What wolt thou, that Y schal do to thee? The blynde man seide to hym, Maister, that Y se. [51]καὶ ἀποκριθεὶς λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· τί σοι θέλεις ποιήσω; ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ· ῥαββουνί, ἵνα ἀναβλέψω.
[52]Jhesus seide to hym, Go thou, thi feith hath maad thee saaf. And anoon he saye, and suede hym in the weie. [52]καὶ ὁ ᾿Ιησοῦς εἶπεν αὐτῷ· ὕπαγε, ἡ πίστις σου σέσωκέ σε. καὶ εὐθέως ἀνέβλεψε, καὶ ἠκολούθει τῷ ᾿Ιησοῦ ἐν τῇ ὁδῷ.
Author: John Wycliffe (1328 – 1384)
Author: Ecumenical Patriarchate of Constantinople
Source: www.hagiascriptura.com
Top