|
[1]καὶ ὅτε ἐγγίζουσιν εἰς ἱεροσόλυμα εἰς βηθφαγὴ καὶ βηθανίαν πρὸς τὸ ὄρος τῶν ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ |
[1]και οτε εγγιζουσιν εις ιερουσαλημ εις βηθσφαγη και βηθανιαν προς το ορος των ελαιων αποστελλει δυο των μαθητων αυτου |
[2]καὶ λέγει αὐτοῖς, ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὐθὺς εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον ἐφ᾽ ὃν οὐδεὶς οὔπω ἀνθρώπων ἐκάθισεν· λύσατε αὐτὸν καὶ φέρετε. |
[2]και λεγει αυτοις υπαγετε εις την κωμην την κατεναντι υμων και ευθεως εισπορευομενοι εις αυτην ευρησετε πωλον δεδεμενον εφ ον ουδεις ανθρωπων κεκαθικεν λυσαντες αυτον αγαγετε |
[3]καὶ ἐάν τις ὑμῖν εἴπῃ, τί ποιεῖτε τοῦτο; εἴπατε, ὁ κύριος αὐτοῦ χρείαν ἔχει, καὶ εὐθὺς αὐτὸν ἀποστέλλει πάλιν ὧδε. |
[3]και εαν τις υμιν ειπη τι ποιειτε τουτο ειπατε οτι ο κυριος αυτου χρειαν εχει και ευθεως αυτον αποστελλει ωδε |
[4]καὶ ἀπῆλθον καὶ εὖρον πῶλον δεδεμένον πρὸς θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν. |
[4]απηλθον δε και ευρον [τον] πωλον δεδεμενον προς την θυραν εξω επι του αμφοδου και λυουσιν αυτον |
[5]καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς, τί ποιεῖτε λύοντες τὸν πῶλον; |
[5]και τινες των εκει εστηκοτων ελεγον αυτοις τι ποιειτε λυοντες τον πωλον |
[6]οἱ δὲ εἶπαν αὐτοῖς καθὼς εἶπεν ὁ ἰησοῦς· καὶ ἀφῆκαν αὐτούς. |
[6]οι δε ειπον αυτοις καθως ενετειλατο ο ιησους και αφηκαν αυτους |
[7]καὶ φέρουσιν τὸν πῶλον πρὸς τὸν ἰησοῦν, καὶ ἐπιβάλλουσιν αὐτῶ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπ᾽ αὐτόν. |
[7]και ηγαγον τον πωλον προς τον ιησουν και επεβαλον αυτω τα ιματια αυτων και εκαθισεν επ αυτω |
[8]καὶ πολλοὶ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν, ἄλλοι δὲ στιβάδας κόψαντες ἐκ τῶν ἀγρῶν. |
[8]πολλοι δε τα ιματια αυτων εστρωσαν εις την οδον αλλοι δε στοιβαδας εκοπτον εκ των δενδρων και εστρωννυον εις την οδον |
[9]καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον, ὡσαννά· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· |
[9]και οι προαγοντες και οι ακολουθουντες εκραζον λεγοντες ωσαννα ευλογημενος ο ερχομενος εν ονοματι κυριου |
[10]εὐλογημένη ἡ ἐρχομένη βασιλεία τοῦ πατρὸς ἡμῶν δαυίδ· ὡσαννὰ ἐν τοῖς ὑψίστοις. |
[10]ευλογημενη η ερχομενη βασιλεια εν ονοματι κυριου του πατρος ημων δαυιδ ωσαννα εν τοις υψιστοις |
[11]καὶ εἰσῆλθεν εἰς ἱεροσόλυμα εἰς τὸ ἱερόν· καὶ περιβλεψάμενος πάντα, ὀψίας ἤδη οὔσης τῆς ὥρας, ἐξῆλθεν εἰς βηθανίαν μετὰ τῶν δώδεκα. |
[11]και εισηλθεν εις ιεροσολυμα ο ιησους και εις το ιερον και περιβλεψαμενος παντα οψιας ηδη ουσης της ωρας εξηλθεν εις βηθανιαν μετα των δωδεκα |
[12]καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ βηθανίας ἐπείνασεν. |
[12]και τη επαυριον εξελθοντων αυτων απο βηθανιας επεινασεν |
[13]καὶ ἰδὼν συκῆν ἀπὸ μακρόθεν ἔχουσαν φύλλα ἦλθεν εἰ ἄρα τι εὑρήσει ἐν αὐτῇ, καὶ ἐλθὼν ἐπ᾽ αὐτὴν οὐδὲν εὖρεν εἰ μὴ φύλλα· ὁ γὰρ καιρὸς οὐκ ἦν σύκων. |
[13]και ιδων συκην μακροθεν εχουσαν φυλλα ηλθεν ει αρα ευρησει τι εν αυτη και ελθων επ αυτην ουδεν ευρεν ει μη φυλλα ου γαρ ην καιρος συκων |
[14]καὶ ἀποκριθεὶς εἶπεν αὐτῇ, μηκέτι εἰς τὸν αἰῶνα ἐκ σοῦ μηδεὶς καρπὸν φάγοι. καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ. |
[14]και αποκριθεις ο ιησους ειπεν αυτη μηκετι εκ σου εις τον αιωνα μηδεις καρπον φαγοι και ηκουον οι μαθηται αυτου |
[15]καὶ ἔρχονται εἰς ἱεροσόλυμα. καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ τοὺς ἀγοράζοντας ἐν τῶ ἱερῶ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν, |
[15]και ερχονται εις ιεροσολυμα και εισελθων ο ιησους εις το ιερον ηρξατο εκβαλλειν τους πωλουντας και αγοραζοντας εν τω ιερω και τας τραπεζας των κολλυβιστων και τας καθεδρας των πωλουντων τας περιστερας κατεστρεψεν |
[16]καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ. |
[16]και ουκ ηφιεν ινα τις διενεγκη σκευος δια του ιερου |
[17]καὶ ἐδίδασκεν καὶ ἔλεγεν αὐτοῖς, οὐ γέγραπται ὅτι ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν; ὑμεῖς δὲ πεποιήκατε αὐτὸν σπήλαιον λῃστῶν. |
[17]και εδιδασκεν λεγων αυτοις ου γεγραπται οτι ο οικος μου οικος προσευχης κληθησεται πασιν τοις εθνεσιν υμεις δε εποιησατε αυτον σπηλαιον ληστων |
[18]καὶ ἤκουσαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν· ἐφοβοῦντο γὰρ αὐτόν, πᾶς γὰρ ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. |
[18]και ηκουσαν οι γραμματεις και οι αρχιερεις και εζητουν πως αυτον απολεσωσιν εφοβουντο γαρ αυτον οτι πας ο οχλος εξεπλησσετο επι τη διδαχη αυτου |
[19]καὶ ὅταν ὀψὲ ἐγένετο, ἐξεπορεύοντο ἔξω τῆς πόλεως. |
[19]και οτε οψε εγενετο εξεπορευετο εξω της πολεως |
[20]καὶ παραπορευόμενοι πρωῒ εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν. |
[20]και πρωι παραπορευομενοι ειδον την συκην εξηραμμενην εκ ριζων |
[21]καὶ ἀναμνησθεὶς ὁ πέτρος λέγει αὐτῶ, ῥαββί, ἴδε ἡ συκῆ ἣν κατηράσω ἐξήρανται. |
[21]και αναμνησθεις ο πετρος λεγει αυτω ραββι ιδε η συκη ην κατηρασω εξηρανται |
[22]καὶ ἀποκριθεὶς ὁ ἰησοῦς λέγει αὐτοῖς, ἔχετε πίστιν θεοῦ, |
[22]και αποκριθεις ο ιησους λεγει αυτοις εχετε πιστιν θεου |
[23]ἀμὴν λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῶ ὄρει τούτῳ, ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ πιστεύῃ ὅτι ὃ λαλεῖ γίνεται, ἔσται αὐτῶ. |
[23]αμην γαρ λεγω υμιν οτι ος αν ειπη τω ορει τουτω αρθητι και βληθητι εις την θαλασσαν και μη διακριθη εν τη καρδια αυτου αλλα πιστευση οτι α λεγει γινεται εσται αυτω ο εαν ειπη |
[24]διὰ τοῦτο λέγω ὑμῖν, πάντα ὅσα προσεύχεσθε καὶ αἰτεῖσθε, πιστεύετε ὅτι ἐλάβετε, καὶ ἔσται ὑμῖν. |
[24]δια τουτο λεγω υμιν παντα οσα αν προσευχομενοι αιτησθε πιστευετε οτι λαμβανετε και εσται υμιν |
[25]καὶ ὅταν στήκετε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν. |
[25]και οταν στηκητε προσευχομενοι αφιετε ει τι εχετε κατα τινος ινα και ο πατηρ υμων ο εν τοις ουρανοις αφη υμιν τα παραπτωματα υμων |
26[No verse] |
[26]ει δε υμεις ουκ αφιετε ουδε ο πατηρ υμων ο εν τοις ουρανοις αφησει τα παραπτωματα υμων |
[27]καὶ ἔρχονται πάλιν εἰς ἱεροσόλυμα. καὶ ἐν τῶ ἱερῶ περιπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι |
[27]και ερχονται παλιν εις ιεροσολυμα και εν τω ιερω περιπατουντος αυτου ερχονται προς αυτον οι αρχιερεις και οι γραμματεις και οι πρεσβυτεροι |
[28]καὶ ἔλεγον αὐτῶ, ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; ἢ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην ἵνα ταῦτα ποιῇς; |
[28]και λεγουσιν αυτω εν ποια εξουσια ταυτα ποιεις και τις σοι την εξουσιαν ταυτην εδωκεν ινα ταυτα ποιης |
[29]ὁ δὲ ἰησοῦς εἶπεν αὐτοῖς, ἐπερωτήσω ὑμᾶς ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ· |
[29]ο δε ιησους αποκριθεις ειπεν αυτοις επερωτησω υμας και εγω ενα λογον και αποκριθητε μοι και ερω υμιν εν ποια εξουσια ταυτα ποιω |
[30]τὸ βάπτισμα τὸ ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; ἀποκρίθητέ μοι. |
[30]το βαπτισμα ιωαννου εξ ουρανου ην η εξ ανθρωπων αποκριθητε μοι |
[31]καὶ διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες, ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ, διὰ τί [οὗν] οὐκ ἐπιστεύσατε αὐτῶ; |
[31]και ελογιζοντο προς εαυτους λεγοντες εαν ειπωμεν εξ ουρανου ερει δια τι ουν ουκ επιστευσατε αυτω |
[32]ἀλλὰ εἴπωμεν, ἐξ ἀνθρώπων; _ ἐφοβοῦντο τὸν ὄχλον, ἅπαντες γὰρ εἶχον τὸν ἰωάννην ὄντως ὅτι προφήτης ἦν. |
[32]αλλ ειπωμεν εξ ανθρωπων εφοβουντο τον λαον απαντες γαρ ειχον τον ιωαννην οτι οντως προφητης ην |
[33]καὶ ἀποκριθέντες τῶ ἰησοῦ λέγουσιν, οὐκ οἴδαμεν. καὶ ὁ ἰησοῦς λέγει αὐτοῖς, οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. |
[33]και αποκριθεντες λεγουσιν τω ιησου ουκ οιδαμεν και ο ιησους αποκριθεις λεγει αυτοις ουδε εγω λεγω υμιν εν ποια εξουσια ταυτα ποιω |