|
[1]καὶ εἰσελθὼν πάλιν εἰς καφαρναοὺμ δι᾽ ἡμερῶν ἠκούσθη ὅτι ἐν οἴκῳ ἐστίν. |
[1]AND Jeshu entered again into Kapher-nachum for some days. And when they had heard that he was in the house, |
[2]καὶ συνήχθησαν πολλοὶ ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν, καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. |
[2]Many were gathered together, so that it could not contain them, nor yet [the space] before the gate; and he spake with them the word. |
[3]καὶ ἔρχονται φέροντες πρὸς αὐτὸν παραλυτικὸν αἰρόμενον ὑπὸ τεσσάρων. |
[3]And they came to him, and brought him a paralytic borne between four. |
[4]καὶ μὴ δυνάμενοι προσενέγκαι αὐτῶ διὰ τὸν ὄχλον ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράβαττον ὅπου ὁ παραλυτικὸς κατέκειτο. |
[4]And when they could not approach him for the crowd, they ascended to the roof, and took the covering from the place where Jeshu was, and let down the couch on which the paralytic lay. |
[5]καὶ ἰδὼν ὁ ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῶ παραλυτικῶ, τέκνον, ἀφίενταί σου αἱ ἁμαρτίαι. |
[5]When Jeshu saw their faith, he said to the paralytic himself, My son, forgiven to thee are thy sins. |
[6]ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν, |
[6]But some of the Sophree and Pharishee were there, who sat and reasoned in their heart, |
[7]τί οὖτος οὕτως λαλεῖ; βλασφημεῖ· τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ θεός; |
[7]Who is this uttering blasphemy? Who can forgive sins but One, Aloha? |
[8]καὶ εὐθὺς ἐπιγνοὺς ὁ ἰησοῦς τῶ πνεύματι αὐτοῦ ὅτι οὕτως διαλογίζονται ἐν ἑαυτοῖς λέγει αὐτοῖς, τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; |
[8]But Jeshu knew in his spirit that they so reasoned within themselves, and said to them, Why reason you these things in your heart? |
[9]τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῶ παραλυτικῶ, ἀφίενταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ἔγειρε καὶ ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει; |
[9]Which is easier, to say to the paralytic, Forgiven are thy sins, or to say, Arise, lift up thy couch, and walk? |
[10]ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς _ λέγει τῶ παραλυτικῶ, |
[10]But, that you may know that the Son of man hath power on earth to forgive sins, he said to the paralytic, |
[11]σοὶ λέγω, ἔγειρε ἆρον τὸν κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. |
[11]To thee I say, Arise, take up thy couch, and go to thy house. |
[12]καὶ ἠγέρθη καὶ εὐθὺς ἄρας τὸν κράβαττον ἐξῆλθεν ἔμπροσθεν πάντων, ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν θεὸν λέγοντας ὅτι οὕτως οὐδέποτε εἴδομεν. |
[12]And he arose at once, and took up his couch, and went forth before them all; so that all wondered, and glorified Aloha, saying, Never saw we thus. |
[13]καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς. |
[13]AND he went forth again to the sea; and the whole multitude came to him, and he taught them. |
[14]καὶ παράγων εἶδεν λευὶν τὸν τοῦ ἁλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῶ, ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῶ. |
[14]And when he had passed, he saw Levi bar Chalphai sitting among the publicans: and he said to him, Come after me; and arising, he went after him. |
[15]καὶ γίνεται κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῶ ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοὶ καὶ ἠκολούθουν αὐτῶ. |
[15]And while he reclined in the house, many publicans and sinners reclined with Jeshu and with his disciples; for they were many, and they followed him. |
[16]καὶ οἱ γραμματεῖς τῶν φαρισαίων ἰδόντες ὅτι ἐσθίει μετὰ τῶν ἁμαρτωλῶν καὶ τελωνῶν ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ, ὅτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει; |
[16]And the Sophree and Pharishee, when they saw him eat with publicans and with sinners, said to his disciples, Why with publicans and with sinners doth he eat and drink? |
[17]καὶ ἀκούσας ὁ ἰησοῦς λέγει αὐτοῖς [ὅτι] οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ᾽ οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλούς. |
[17]But when Jeshu heard, he said to them, The healthy have no need of the physician, but they who are sorely affected: I have not come to call the righteous but the sinners. |
[18]καὶ ἦσαν οἱ μαθηταὶ ἰωάννου καὶ οἱ φαρισαῖοι νηστεύοντες. καὶ ἔρχονται καὶ λέγουσιν αὐτῶ, διὰ τί οἱ μαθηταὶ ἰωάννου καὶ οἱ μαθηταὶ τῶν φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν; |
[18]Now the disciples of Juchanon and of the Pharishee fasted. And they came and said to him, [While] the disciples of Juchanon and of the Pharishee fast, why do not thy disciples fast? |
[19]καὶ εἶπεν αὐτοῖς ὁ ἰησοῦς, μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ᾽ αὐτῶν ἐστιν νηστεύειν; ὅσον χρόνον ἔχουσιν τὸν νυμφίον μετ᾽ αὐτῶν οὐ δύνανται νηστεύειν· |
[19]Jeshu said to them, Can the sons of the marriage-chamber fast, while the bridegroom is with them? No; |
[20]ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. |
[20]But the days shall come when the bridegroom shall be taken up from them: then shall they fast in those days. |
[21]οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιράπτει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μή, αἴρει τὸ πλήρωμα ἀπ᾽ αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται. |
[21]No man inserteth a new piece, and seweth it upon an old vestment; lest that new should take away its fulness from the old, and make the rent the greater. |
[22]καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς _ εἰ δὲ μή, ῥήξει ὁ οἶνος τοὺς ἀσκούς, καὶ ὁ οἶνος ἀπόλλυται καὶ οἱ ἀσκοί _ ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινούς. |
[22]And no man putteth new wine into old bottles;ⓘ lest the wine rend the bottles, and the bottles perish, and the wine be spilled: but they put new vine into new bottles. |
[23]καὶ ἐγένετο αὐτὸν ἐν τοῖς σάββασιν παραπορεύεσθαι διὰ τῶν σπορίμων, καὶ οἱ μαθηταὶ αὐτοῦ ἤρξαντο ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας. |
[23]AND it was that, as Jeshu went among the grain, his disciples walked and plucked the ears. |
[24]καὶ οἱ φαρισαῖοι ἔλεγον αὐτῶ, ἴδε τί ποιοῦσιν τοῖς σάββασιν ὃ οὐκ ἔξεστιν; |
[24]And the Pharishee said to him, See how on the shabath they do what is not lawful. |
[25]καὶ λέγει αὐτοῖς, οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν δαυίδ, ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ; |
[25]Jeshu saith to them, Have you never read what David did, when he needed and was hungry, he, and they [who were] with him? |
[26]πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ ἐπὶ ἀβιαθὰρ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ τοὺς ἱερεῖς, καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῶ οὗσιν; |
[26]How he entered the house of Aloha, when Abiathar was high priest, and did eat the bread of the table of the Lord, that which it is not lawful except for the priests to eat, and gave also to those who were with him? |
[27]καὶ ἔλεγεν αὐτοῖς, τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο καὶ οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον· |
[27]And he said to them, that the shabath on account of the Son of man was made, and not the Son of man on account of the shabath. |
[28]ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου. |
[28]The Son of man, therefore, is the Lord also of the shabath. |