«
Nestle-Aland Greek NT (1993)
N/A GNT
Book of Jubilees (Charles, 1913)
Jub(Char)
[1]καὶ εἰσῆλθεν πάλιν εἰς τὴν συναγωγήν. καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα· [No book]
[2]καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασιν θεραπεύσει αὐτόν, ἵνα κατηγορήσωσιν αὐτοῦ. [No book]
[3]καὶ λέγει τῶ ἀνθρώπῳ τῶ τὴν ξηρὰν χεῖρα ἔχοντι, ἔγειρε εἰς τὸ μέσον. [No book]
[4]καὶ λέγει αὐτοῖς, ἔξεστιν τοῖς σάββασιν ἀγαθὸν ποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων. [No book]
[5]καὶ περιβλεψάμενος αὐτοὺς μετ᾽ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῶ ἀνθρώπῳ, ἔκτεινον τὴν χεῖρα. καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάθη ἡ χεὶρ αὐτοῦ. [No book]
[6]καὶ ἐξελθόντες οἱ φαρισαῖοι εὐθὺς μετὰ τῶν ἡρῳδιανῶν συμβούλιον ἐδίδουν κατ᾽ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν. [No book]
[7]καὶ ὁ ἰησοῦς μετὰ τῶν μαθητῶν αὐτοῦ ἀνεχώρησεν πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς γαλιλαίας [ἠκολούθησεν]· καὶ ἀπὸ τῆς ἰουδαίας [No book]
[8]καὶ ἀπὸ ἱεροσολύμων καὶ ἀπὸ τῆς ἰδουμαίας καὶ πέραν τοῦ ἰορδάνου καὶ περὶ τύρον καὶ σιδῶνα, πλῆθος πολύ, ἀκούοντες ὅσα ἐποίει ἦλθον πρὸς αὐτόν. [No book]
[9]καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῶ διὰ τὸν ὄχλον ἵνα μὴ θλίβωσιν αὐτόν· [No book]
[10]πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῶ ἵνα αὐτοῦ ἅψωνται ὅσοι εἶχον μάστιγας. [No book]
[11]καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν ἐθεώρουν, προσέπιπτον αὐτῶ καὶ ἔκραζον λέγοντες ὅτι σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ. [No book]
[12]καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ αὐτὸν φανερὸν ποιήσωσιν. [No book]
[13]καὶ ἀναβαίνει εἰς τὸ ὄρος καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός, καὶ ἀπῆλθον πρὸς αὐτόν. [No book]
[14]καὶ ἐποίησεν δώδεκα, [οὓς καὶ ἀποστόλους ὠνόμασεν,] ἵνα ὦσιν μετ᾽ αὐτοῦ καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν [No book]
[15]καὶ ἔχειν ἐξουσίαν ἐκβάλλειν τὰ δαιμόνια· [No book]
[16][καὶ ἐποίησεν τοὺς δώδεκα,] καὶ ἐπέθηκεν ὄνομα τῶ σίμωνι πέτρον, [No book]
[17]καὶ ἰάκωβον τὸν τοῦ ζεβεδαίου καὶ ἰωάννην τὸν ἀδελφὸν τοῦ ἰακώβου, καὶ ἐπέθηκεν αὐτοῖς ὀνόμα[τα] βοανηργές, ὅ ἐστιν υἱοὶ βροντῆς· [No book]
[18]καὶ ἀνδρέαν καὶ φίλιππον καὶ βαρθολομαῖον καὶ μαθθαῖον καὶ θωμᾶν καὶ ἰάκωβον τὸν τοῦ ἁλφαίου καὶ θαδδαῖον καὶ σίμωνα τὸν καναναῖον [No book]
[19]καὶ ἰούδαν ἰσκαριώθ, ὃς καὶ παρέδωκεν αὐτόν. [No book]
[20]καὶ ἔρχεται εἰς οἶκον· καὶ συνέρχεται πάλιν [ὁ] ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς μηδὲ ἄρτον φαγεῖν. [No book]
[21]καὶ ἀκούσαντες οἱ παρ᾽ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν, ἔλεγον γὰρ ὅτι ἐξέστη. [No book]
[22]καὶ οἱ γραμματεῖς οἱ ἀπὸ ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι βεελζεβοὺλ ἔχει, καὶ ὅτι ἐν τῶ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. [No book]
[23]καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς, πῶς δύναται σατανᾶς σατανᾶν ἐκβάλλειν; [No book]
[24]καὶ ἐὰν βασιλεία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη· [No book]
[25]καὶ ἐὰν οἰκία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ δυνήσεται ἡ οἰκία ἐκείνη σταθῆναι. [No book]
[26]καὶ εἰ ὁ σατανᾶς ἀνέστη ἐφ᾽ ἑαυτὸν καὶ ἐμερίσθη, οὐ δύναται στῆναι ἀλλὰ τέλος ἔχει. [No book]
[27]ἀλλ᾽ οὐ δύναται οὐδεὶς εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθὼν τὰ σκεύη αὐτοῦ διαρπάσαι ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει. [No book]
[28]ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται τοῖς υἱοῖς τῶν ἀνθρώπων, τὰ ἁμαρτήματα καὶ αἱ βλασφημίαι ὅσα ἐὰν βλασφημήσωσιν· [No book]
[29]ὃς δ᾽ ἂν βλασφημήσῃ εἰς τὸ πνεῦμα τὸ ἅγιον οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλὰ ἔνοχός ἐστιν αἰωνίου ἁμαρτήματος _ [No book]
[30]ὅτι ἔλεγον, πνεῦμα ἀκάθαρτον ἔχει. [No book]
[31]καὶ ἔρχεται ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ἔξω στήκοντες ἀπέστειλαν πρὸς αὐτὸν καλοῦντες αὐτόν. [No book]
[32]καὶ ἐκάθητο περὶ αὐτὸν ὄχλος, καὶ λέγουσιν αὐτῶ, ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου [καὶ αἱ ἀδελφαι σου] ἔξω ζητοῦσίν σε. [No book]
[33]καὶ ἀποκριθεὶς αὐτοῖς λέγει, τίς ἐστιν ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί [μου]; [No book]
[34]καὶ περιβλεψάμενος τοὺς περὶ αὐτὸν κύκλῳ καθημένους λέγει, ἴδε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου. [No book]
[35]ὃς [γὰρ] ἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ, οὖτος ἀδελφός μου καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν. [No book]
Author: Eberhard Nestle (1851–1913), Kurt Aland (1915–1994), Barbara Aland (b. 1937), et al.
Source: sacred-texts.org

See information...
Author: Enoch the Prophet
Source: ccel.org
Top