|
[1]Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ ᾿Ιησοῦς τοῖς σάββασι διὰ τῶν σπορίμων· οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν, καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν. |
[1]At that tyme Iesus went on the Sabbath dayes through the corne, and his disciples were an hungred, and began to plucke the eares of corne, & to eate |
[2]οἱ δὲ Φαρισαῖοι ἰδόντες εἶπον αὐτῷ· ἰδοὺ οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστι ποιεῖν ἐν σαββάτῳ. |
[2]But when the Pharisees sawe it, they sayde vnto hym: Beholde, thy disciples do that which is not lawfull to do vpon the Sabbath day |
[3]ὁ δὲ εἶπεν αὐτοῖς· οὐκ ἀνέγνωτε τί ἐποίησε Δαυῒδ ὅτε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾿ αὐτοῦ; |
[3]But he sayde vnto them: Haue ye not read what Dauid did when he was an hungred, and they that were with him |
[4]πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἐξὸν ἦν αὐτῷ φαγεῖν οὐδὲ τοῖς μετ᾿ αὐτοῦ, εἰ μὴ μόνοις τοῖς ἱερεῦσι; |
[4]Howe he entred into the house of God, and did eate the shew bread, which was not lawfull for hym to eate, neither for them which were with hym, but only for the priestes |
[5]ἢ οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ ὅτι τοῖς σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ σάββατον βεβηλοῦσι, καὶ ἀναίτιοί εἰσι; |
[5]Or haue ye not read in the lawe, howe that on the Sabbath dayes the priestes in the temple prophane the Sabbath, and are blamelesse |
[6]λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μεῖζόν ἐστιν ὧδε. |
[6]But I say vnto you, that in this place is one greater then the temple |
[7]εἰ δὲ ἐγνώκειτε τί ἐστιν ἔλεον θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους. |
[7]Wherfore if ye wist what this meaneth, I will mercie & not sacrifice: ye woulde not haue condempned the giltlesse |
[8]κύριος γάρ ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου. |
[8]For the sonne of man also is Lorde euen of the Sabbath day |
[9]Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν. |
[9]And he departed thence, and went into their synagogue |
[10]καὶ ἰδοὺ ἄνθρωπος ἦν ἐκεῖ τὴν χεῖρα ἔχων ξηράν· καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· εἰ ἔξεστι τοῖς σάββασι θεραπεύειν; ἵνα κατηγορήσωσιν αὐτοῦ. |
[10]And beholde there was a man which had his hande dryed vp, and they asked him, saying: Is it lawfull to heale vpon the Sabbath dayes? that they might accuse him |
[11]ὁ δὲ εἶπεν αὐτοῖς· τίς ἔσται ἐξ ὑμῶν ἄνθρωπος ὃς ἕξει πρόβατον ἕν, καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς σάββασιν εἰς βόθυνον, οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ; |
[11]And he sayde vnto them: What man of you wyll there be that shall haue a sheepe, & if it fall into a pit on the Sabbath day, wyll he not take holde of it, and lift it out |
[12]πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου; ὥστε ἔξεστι τοῖς σάββασι καλῶς ποιεῖν. |
[12]Howe much more then is a man better then a sheepe? Wherfore it is lawfull to do a good deede on the Sabbath dayes |
[13]τότε λέγει τῷ ἀνθρώπῳ· ἔκτεινόν σου τὴν χεῖρα· καὶ ἐξέτεινε, καὶ ἀποκατεστάθη ὑγιὴς ὡς ἡ ἄλλη. |
[13]Then saith he to the man, Stretch foorth thy hande. And he stretched it foorth: and it was made whole like as the other |
[14]ἐξελθόντες δὲ οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ᾿ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσιν. |
[14]Then the Pharisees went out, and helde a counsayle agaynst him, howe they might destroy hym |
[15]῾Ο δὲ ᾿Ιησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν· καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας, |
[15]But when Iesus knewe it, he departed thence: and great multitudes folowed him, and he healed them all |
[16]καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μὴ φανερὸν ποιήσωσιν αὐτόν, |
[16]And charged them that they shoulde not make him knowen |
[17]ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ ῾Ησαΐου τοῦ προφήτου λέγοντος· |
[17]That it might be fulfylled which was spoken by Esaias the prophete, saying |
[18]ἰδοὺ ὁ παῖς μου, ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπ᾿ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ· |
[18]Beholde my childe whom I haue chosen, my beloued in whom my soule well delighteth: I wyll put my spirite vpon him, and he shall shewe iudgement to the gentiles |
[19]οὐκ ἐρίσει οὐδὲ κραυγάσει, οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ. |
[19]He shall not striue nor crye, neither shal any man heare his voyce in the streetes |
[20]κάλαμον συντετριμμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν· |
[20]A bruised reede shall he not breake, and smokyng flaxe shall he not quenche, tyll he sende foorth iudgement vnto victorie |
[21]καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι. |
[21]And in his name shall the gentiles trust |
[22]Τότε προσηνέχθη αὐτῷ δαιμονιζόμενος τυφλὸς καὶ κωφός, καὶ ἐθεράπευσεν αὐτόν, ὥστε τὸν τυφλὸν καὶ κωφὸν καὶ λαλεῖν καὶ βλέπειν· |
[22]Then was brought to him one possessed with a deuyll, blinde, and dumbe: and he healed him, insomuch that the blinde and dumbe both spake and sawe |
[23]καὶ ἐξίσταντο πάντες οἱ ὄχλοι καὶ ἔλεγον· μήτι οὗτός ἐστιν ὁ Χριστὸς ὁ υἱὸς Δαυΐδ; |
[23]And all the people were amased and sayde: Is not this that sonne of Dauid |
[24]οἱ δὲ Φαρισαῖοι ἀκούσαντες εἶπον· οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν τῷ Βεελζεβούλ, ἄρχοντι τῶν δαιμονίων. |
[24]But when the Pharisees hearde it, they sayde: This [felowe] driueth the deuils no otherwise out, but by Beelzebub the prince of the deuils |
[25]εἰδὼς δὲ ὁ ᾿Ιησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν αὐτοῖς· πᾶσα βασιλεία μερισθεῖσα καθ᾿ ἑαυτὴν ἐρημοῦται, καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα καθ᾿ ἑαυτὴν οὐ σταθήσεται. |
[25]But whe Iesus knew their thoughtes, he sayde vnto them, Euery kingdome deuided agaynst it selfe shalbe brought to naught: and euery citie or house deuided agaynst it selfe shall not stande |
[26]καὶ εἰ ὁ σατανᾶς τὸν σατανᾶν ἐκβάλλει, ἐφ᾿ ἑαυτὸν ἐμερίσθη· πῶς οὖν σταθήσεται ἡ βασιλεία αὐτοῦ; |
[26]And if Satan cast out Satan, then is he deuided agaynst him selfe: howe shall then his kingdome endure |
[27]καὶ εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβαλοῦσι; διὰ τοῦτο αὐτοὶ κριταὶ ἔσονται ὑμῶν. |
[27]Also if I by Beelzebub cast out deuils, by whom do your children cast them out? Therfore they shalbe your iudges |
[28]εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾿ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. |
[28]But if I cast out the deuils by the spirite of God: then is the kingdome of God come vpon you |
[29]ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ ἁρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν; καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει. |
[29]Or els howe can one enter into a strong mans house, & spoyle his goodes, except he first binde the strong man, and then spoyle his house |
[30]ὁ μὴ ὢν μετ᾿ ἐμοῦ κατ᾿ ἐμοῦ ἐστι, καὶ ὁ μὴ συνάγων μετ᾿ ἐμοῦ σκορπίζει. |
[30]He that is not with me, is agaynst me: and he that gathereth not with me, scattereth abrode |
[31]Διὰ τοῦτο λέγω ὑμῖν, πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ τοῦ Πνεύματος βλασφημία οὐκ ἀφεθήσεται τοῖς ἀνθρώποις· |
[31]Wherfore, I say vnto you, all maner of sinne and blasphemy shalbe forgeuen vnto men, but the blasphemy agaynst the spirite, shall not be forgeuen vnto men |
[32]καὶ ὃς ἐὰν εἴπῃ λόγον κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ᾿ ἂν εἴπῃ κατὰ τοῦ Πνεύματος τοῦ ῾Αγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι. |
[32]And whosoeuer speaketh a worde agaynst the sonne of man, it shalbe forgeuen hym: But whosoeuer speaketh agaynst the holy ghost, it shall not be forgeuen hym, neither in this worlde, neither in the worlde to come |
[33]῍Η ποιήσατε τὸ δένδρον καλόν, καὶ τὸν καρπόν αὐτοῦ καλόν, ἢ ποιήσατε τὸ δένδρον σαπρόν, καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται. |
[33]Either make the tree good, and his fruite good: or els make the tree euyll, and his fruite euyll. For the tree, is knowen by his fruite |
[34]γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λαλεῖν πονηροὶ ὄντες; ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ. |
[34]O generation of vipers, howe can ye speake good thynges, when ye your selues are euyll? For out of the aboundauce of the heart, the mouth speaketh |
[35]ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ ἐκβάλλει ἀγαθά, καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκβάλλει πονηρά. |
[35]A good man, out of the good treasure of the heart, bryngeth foorth good thynges: And an euyll man, out of euyll treasure, bryngeth foorth euyll thynges |
[36]λέγω δὲ ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, ἀποδώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως· |
[36]But I say vnto you, of euery idell worde that men shall speake, they shall geue accompt therof, in the day of iudgment |
[37]ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ. |
[37]For of thy wordes, thou shalt be iustified: and of thy wordes, thou shalt be condemned |
[38]Τότε ἀπεκρίθησάν τινες τῶν γραμματέων καὶ Φαρισαίων λέγοντες· διδάσκαλε, θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν. |
[38]Then certayne of the Scribes, and of the Pharisees, aunswered hym, saying. Maister, we wyl see a signe of thee |
[39]ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰμὴ τὸ σημεῖον ᾿Ιωνᾶ τοῦ προφήτου. |
[39]But he aunswered and sayde to them. The euyll and adulterous generation seketh a signe, and there shall no signe be geuen to it, but the signe of the prophete Ionas |
[40]ὥσπερ γὰρ ἐγένετο ᾿Ιωνᾶς ὁ προφήτης ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. |
[40]For as Ionas was three dayes, and three nyghtes, in the Whales belly: so shall the sonne of man be three dayes, and three nyghtes, in the heart of the earth |
[41]ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν, ὅτι μετενόησαν εἰς τὸ κήρυγμα ᾿Ιωνᾶ, καὶ ἰδοὺ πλεῖον ᾿Ιωνᾶ ὧδε. |
[41]The men of Niniue shall ryse in the iudgement, with this nation, and condemne it, because they repented at the preachyng of Ionas: and beholde, here [is] one greater then Ionas |
[42]βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτήν, ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος, καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε. |
[42]The Queene of the south shall ryse in the iudgement, with this generation, and shall condemne it: for she came from the vtmost partes of the earth, to heare the wisdome of Solomon. And beholde, in this place [is] one greater then Solomon |
[43]῞Οταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι᾿ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει. |
[43]When the vncleane spirite is gone out of a man, he walketh throughout drye places, sekyng rest, and fyndeth none |
[44]τότε λέγει· εἰς τὸν οἶκόν μου ἐπιστρέψω ὅθεν ἐξῆλθον· καὶ ἐλθὸν εὑρίσκει σχολάζοντα καὶ σεσαρωμένον καὶ κεκοσμημένον. |
[44]Then he sayeth: I wyll returne into my house, from whence I came out. And when he is come, he fyndeth it emptie, swept, and garnyshed |
[45]τότε πορεύεται καὶ παραλαμβάνει μεθ᾿ ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ, καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. οὕτως ἔσται καὶ τῇ γενεᾷ τῇ πονηρᾷ ταύτῃ. |
[45]Then goeth he, and taketh vnto hym seuen other spirites, worse then hym selfe, and they enter in, and dwell there: And the ende of that man, is worse then the begynnyng. Euen so shall it be also, vnto this frowarde generation |
[46]῎Ετι δὲ αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις ἰδοὺ ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἱστήκεισαν ἔξω, ζητοῦντες λαλῆσαι αὐτῷ. |
[46]Whyle he yet talked to the people, beholde, his mother, and his brethren stoode without, desyryng to speake with hym |
[47]εἶπε δέ τις αὐτῷ· ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ζητοῦντές σε ἰδεῖν. |
[47]Then one sayde vnto hym: beholde, thy mother, and thy brethren, stande without, desyryng to speake with thee |
[48]ὁ δὲ ἀποκριθεὶς εἶπε τῷ λέγοντι αὐτῷ· τίς ἐστιν ἡ μήτηρ μου καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου; |
[48]But he aunswered, and sayde vnto hym that had tolde hym: Who is my mother? or who are my brethren |
[49]καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐπὶ τοὺς μαθητὰς αὐτοῦ ἔφη· ἰδοὺ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου· |
[49]And he stretched foorth his hande towarde his disciples, & sayde, beholde my mother, and my brethren |
[50]ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς, αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν. |
[50]For whosoeuer shall do the wyll of my father which is in heauen, the same is my brother, sister, and mother |