|
[1]Ἐν δὲ τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελθὼν ὁ ᾿Ιησοῦς τῆς οἰκίας ἐκάθητο παρὰ τὴν θάλασσαν· |
[1]And in that day Jesus, having gone forth from the house, was sitting by the sea, |
[2]καὶ συνήχθησαν πρὸς αὐτὸν ὄχλοι πολλοί, ὥστε αὐτὸν εἰς πλοῖον ἐμβάντα καθῆσθαι, καὶ πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει. |
[2]and gathered together unto him were many multitudes, so that he having gone into the boat did sit down, and all the multitude on the beach did stand, |
[3]καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς λέγων· |
[3]and he spake to them many things in similes, saying: `Lo, the sower went forth to sow, |
[4]ἰδοὺ ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι. καὶ ἐν τῷ σπείρειν αὐτὸν ἃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ ἐλθόντα τὰ πετεινὰ κατέφαγεν αὐτά· |
[4]and in his sowing, some indeed fell by the way, and the fowls did come and devour them, |
[5]ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰ πετρώδη, ὅπου οὐκ εἶχε γῆν πολλήν, καὶ εὐθέως ἐξανέτειλε διὰ τὸ μὴ ἔχειν βάθος γῆς, |
[5]and others fell upon the rocky places, where they had not much earth, and immediately they sprang forth, through not having depth of earth, |
[6]ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη· |
[6]and the sun having risen they were scorched, and through not having root, they withered, |
[7]ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ ἀπέπνιξαν αὐτά· |
[7]and others fell upon the thorns, and the thorns did come up and choke them, |
[8]ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπὸν ὃ μὲν ἑκατόν, ὃ δὲ ἐξήκοντα, ὃ δὲ τριάκοντα. |
[8]and others fell upon the good ground, and were giving fruit, some indeed a hundredfold, and some sixty, and some thirty. |
[9]ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. |
[9]He who is having ears to hear -- let him hear.' |
[10]Καὶ προσελθόντες οἱ μαθηταὶ εἶπον αὐτῷ· διατί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς; |
[10]And the disciples having come near, said to him, `Wherefore in similes dost thou speak to them?' |
[11]ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· ὅτι ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται. |
[11]And he answering said to them that -- `To you it hath been given to know the secrets of the reign of the heavens, and to these it hath not been given, |
[12]ὅστις γὰρ ἔχει, δοθήσεται αὐτῷ καὶ περισσευθήσεται· ὅστις δὲ οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾿ αὐτοῦ. |
[12]for whoever hath, it shall be given to him, and he shall have overabundance, and whoever hath not, even that which he hath shall be taken from him. |
[13]διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ἵνα βλέποντες μὴ βλέπωσι καὶ ἀκούοντες μὴ ἀκούωσι μηδὲ συνῶσι, |
[13]`Because of this, in similes do I speak to them, because seeing they do not see, and hearing they do not hear, nor understand, |
[14]μήποτε ἐπιστρέψωσι· καὶ τότε πληρωθήσεται αὐτοῖς ἡ προφητεία ῾Ησαΐου ἡ λέγουσα· ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε· |
[14]and fulfilled on them is the prophecy of Isaiah, that saith, With hearing ye shall hear, and ye shall not understand, and seeing ye shall see, and ye shall not perceive, |
[15]ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσι καὶ τῇ καρδίᾳ συνῶσι καὶ ἐπιστρέψωσι, καὶ ἰάσομαι αὐτούς. |
[15]for made gross was the heart of this people, and with the ears they heard heavily, and their eyes they did close, lest they might see with the eyes, and with the ears might hear, and with the heart understand, and turn back, and I might heal them. |
[16]῾Υμῶν δὲ μακάριοι οἱ ὀφθαλμοί, ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούουσιν. |
[16]`And happy are your eyes because they see, and your ears because they hear, |
[17]ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν. |
[17]for verily I say to you, that many prophets and righteous men did desire to see that which ye look on, and they did not see, and to hear that which ye hear, and they did not hear. |
[18]῾Υμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ σπείραντος. |
[18]`Ye, therefore, hear ye the simile of the sower: |
[19]παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος, ἔρχεται ὁ πονηρὸς καὶ αἴρει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ· οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς. |
[19]Every one hearing the word of the reign, and not understanding -- the evil one doth come, and doth catch that which hath been sown in his heart; this is that sown by the way. |
[20]ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ εὐθέως μετὰ χαρᾶς δεχόμενος καὶ λαμβάνων αὐτόν· |
[20]`And that sown on the rocky places, this is he who is hearing the word, and immediately with joy is receiving it, |
[21]οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ, ἀλλὰ πρόσκαιρός ἐστι, γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζεται. |
[21]and he hath not root in himself, but is temporary, and persecution or tribulation having happened because of the word, immediately he is stumbled. |
[22]ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων, καὶ ἡ μέριμνα τοῦ αἰῶνος τούτου καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον, καὶ ἄκαρπος γίνεται. |
[22]`And that sown toward the thorns, this is he who is hearing the word, and the anxiety of this age, and the deceitfulness of the riches, do choke the word, and it becometh unfruitful. |
[23]ὁ δὲ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιῶν· ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ ὃ μὲν ἑκατόν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα. |
[23]`And that sown on the good ground: this is he who is hearing the word, and is understanding, who indeed doth bear fruit, and doth make, some indeed a hundredfold, and some sixty, and some thirty.' |
[24]῎Αλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων· ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείραντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ· |
[24]Another simile he set before them, saying: `The reign of the heavens was likened to a man sowing good seed in his field, |
[25]ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς καὶ ἔσπειρε ζιζάνια ἀνὰ μέσον τοῦ σίτου καὶ ἀπῆλθεν. |
[25]and, while men are sleeping, his enemy came and sowed darnel in the midst of the wheat, and went away, |
[26]ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος καὶ καρπὸν ἐποίησε, τότε ἐφάνη καὶ τὰ ζιζάνια. |
[26]and when the herb sprang up, and yielded fruit, then appeared also the darnel. |
[27]προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ· κύριε, οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ; πόθεν οὖν ἔχει ζιζάνια; |
[27]`And the servants of the householder, having come near, said to him, Sir, good seed didst thou not sow in thy field? whence then hath it the darnel? |
[28]ὁ δὲ ἔφη αὐτοῖς· ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. οἱ δὲ δοῦλοι εἶπον αὐτῷ· θέλεις οὖν ἀπελθόντες συλλέξωμεν αὐτά; |
[28]And he saith to them, A man, an enemy, did this; and the servants said to him, Wilt thou, then, [that] having gone away we may gather it up? |
[29]ὁ δὲ ἔφη· οὔ, μήποτε συλλέγοντες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον· |
[29]`And he said, No, lest -- gathering up the darnel -- ye root up with it the wheat, |
[30]ἄφετε συναυξάνεσθαι ἀμφότερα μέχρι τοῦ θερισμοῦ, καὶ ἐν καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς· συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά, τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην μου. |
[30]suffer both to grow together till the harvest, and in the time of the harvest I will say to the reapers, Gather up first the darnel, and bind it in bundles, to burn it, and the wheat gather up into my storehouse.' |
[31]῎Αλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἀγρῷ αὐτοῦ· |
[31]Another simile he set before them, saying: `The reign of the heavens is like to a grain of mustard, which a man having taken, did sow in his field, |
[32]ὃ μικρότερον μέν ἐστι πάντων τῶν σπερμάτων, ὅταν δὲ αὐξηθῇ, μεῖζον πάντων τῶν λαχάνων ἐστὶ καὶ γίνεται δένδρον, ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ. |
[32]which less, indeed, is than all the seeds, but when it may be grown, is greatest of the herbs, and becometh a tree, so that the birds of the heaven do come and rest in its branches.' |
[33]῎Αλλην παραβολὴν ἐλάλησεν αὐτοῖς· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον. |
[33]Another simile spake he to them: `The reign of the heavens is like to leaven, which a woman having taken, hid in three measures of meal, till the whole was leavened.' |
[34]Ταῦτα πάντα ἐλάλησεν ὁ ᾿Ιησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς οὐδὲν ἐλάλει αὐτοῖς, |
[34]All these things spake Jesus in similes to the multitudes, and without a simile he was not speaking to them, |
[35]ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς κόσμου. |
[35]that it might be fulfilled that was spoken through the prophet, saying, `I will open in similes my mouth, I will utter things having been hidden from the foundation of the world.' |
[36]Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν αὐτοῦ. Καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· φράσον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ. |
[36]Then having let away the multitudes, Jesus came to the house, and his disciples came near to him, saying, `Explain to us the simile of the darnel of the field.' |
[37]ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου· |
[37]And he answering said to them, `He who is sowing the good seed is the Son of Man, |
[38]ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ· |
[38]and the field is the world, and the good seed, these are the sons of the reign, and the darnel are the sons of the evil one, |
[39]ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος· ὁ δὲ θερισμὸς συντέλεια τοῦ αἰῶνός ἐστιν· οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν. |
[39]and the enemy who sowed them is the devil, and the harvest is a full end of the age, and the reapers are messengers. |
[40]ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ καίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος τούτου. |
[40]`As, then, the darnel is gathered up, and is burned with fire, so shall it be in the full end of this age, |
[41]ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, |
[41]the Son of Man shall send forth his messengers, and they shall gather up out of his kingdom all the stumbling-blocks, and those doing the unlawlessness, |
[42]καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. |
[42]and shall cast them to the furnace of the fire; there shall be the weeping and the gnashing of the teeth. |
[43]τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. |
[43]`Then shall the righteous shine forth as the sun in the reign of their Father. He who is having ears to hear -- let him hear. |
[44]Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψε, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πάντα ὅσα ἔχει πωλεῖ καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον. |
[44]`Again, the reign of the heavens is like to treasure hid in the field, which a man having found did hide, and from his joy goeth, and all, as much as he hath, he selleth, and buyeth that field. |
[45]Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας· |
[45]`Again, the reign of the heavens is like to a man, a merchant, seeking goodly pearls, |
[46]ὃς εὑρὼν ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πέπρακε πάντα ὅσα εἶχε καὶ ἠγόρασεν αὐτόν. |
[46]who having found one pearl of great price, having gone away, hath sold all, as much as he had, and bought it. |
[47]Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ· |
[47]`Again, the reign of the heavens is like to a net that was cast into the sea, and did gather together of every kind, |
[48]ἥν, ὅτε ἐπληρώθη, ἀναβιβάσαντες αὐτὴν ἐπὶ τὸν αἰγιαλὸν καὶ καθίσαντες συνέλεξαν τὰ καλὰ εἰς ἀγγεῖα, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον. |
[48]which, when it was filled, having drawn up again upon the beach, and having sat down, they gathered the good into vessels, and the bad they did cast out, |
[49]οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος. ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσι τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων, |
[49]so shall it be in the full end of the age, the messengers shall come forth and separate the evil out of the midst of the righteous, |
[50]καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. |
[50]and shall cast them to the furnace of the fire, there shall be the weeping and the gnashing of the teeth.' |
[51]Λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· συνήκατε ταῦτα πάντα; λέγουσιν αὐτῷ, ναί, Κύριε. |
[51]Jesus saith to them, `Did ye understand all these?' They say to him, `Yes, sir.' |
[52]ὁ δὲ εἶπεν αὐτοῖς· διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά. |
[52]And he said to them, `Because of this every scribe having been discipled in regard to the reign of the heavens, is like to a man, a householder, who doth bring forth out of his treasure things new and old.' |
[53]Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ ᾿Ιησοῦς τὰς παραβολὰς ταύτας μετῆρεν ἐκεῖθεν, |
[53]And it came to pass, when Jesus finished these similes, he removed thence, |
[54]καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε ἐκπλήττεσθαι αὐτοὺς καὶ λέγειν· πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις; |
[54]and having come to his own country, he was teaching them in their synagogue, so that they were astonished, and were saying, `Whence to this one this wisdom and the mighty works? |
[55]οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; οὐχὶ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ᾿Ιάκωβος καὶ ᾿Ιωσῆς καὶ Σίμων καὶ ᾿Ιούδας; |
[55]is not this the carpenter's son? is not his mother called Mary, and his brethren James, and Joses, and Simon, and Judas? |
[56]καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσι; πόθεν οὖν τούτῳ ταῦτα πάντα; |
[56]and his sisters -- are they not all with us? whence, then, to this one all these?' |
[57]καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· οὐκ ἔστι προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. |
[57]and they were stumbled at him. And Jesus said to them, `A prophet is not without honor except in his own country, and in his own house:' |
[58]καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν. |
[58]and he did not there many mighty works, because of their unbelief. |