|
[1]Καὶ προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι πειράζοντες ἐπηρώτησαν αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς. |
[1]And the Pharisees and Sadducees having come, tempting, did question him, to shew to them a sign from the heaven, |
[2]ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· ὀψίας γενομένης λέγετε· εὐδία· πυρράζει γὰρ ὁ οὐρανός· |
[2]and he answering said to them, `Evening having come, ye say, Fair weather, for the heaven is red, |
[3]καὶ πρωΐ· σήμερον χειμών· πυρράζει γὰρ στυγνάζων ὁ οὐρανός. ὑποκριταί, τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε γνῶναι; |
[3]and at morning, Foul weather to-day, for the heaven is red -- gloomy; hypocrites, the face of the heavens indeed ye do know to discern, but the signs of the times ye are not able! |
[4]γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον ᾿Ιωνᾶ τοῦ προφήτου. καὶ καταλιπὼν αὐτοὺς ἀπῆλθεν. |
[4]`A generation evil and adulterous doth seek a sign, and a sign shall not be given to it, except the sign of Jonah the prophet;' and having left them he went away. |
[5]Καὶ ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ εἰς τὸ πέραν ἐπελάθοντο ἄρτους λαβεῖν. |
[5]And his disciples having come to the other side, forgot to take loaves, |
[6]ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. |
[6]and Jesus said to them, `Beware, and take heed of the leaven of the Pharisees and Sadducees;' |
[7]οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες ὅτι ἄρτους οὐκ ἐλάβομεν. |
[7]and they were reasoning in themselves, saying, `Because we took no loaves.' |
[8]γνοὺς δὲ ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ ἐλάβετε; |
[8]And Jesus having known, said to them, `Why reason ye in yourselves, ye of little faith, because ye took no loaves? |
[9]οὔπω νοεῖτε, οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων καὶ πόσους κοφίνους ἐλάβετε; |
[9]do ye not yet understand, nor remember the five loaves of the five thousand, and how many hand-baskets ye took up? |
[10]οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων καὶ πόσας σπυρίδας ἐλάβετε; |
[10]nor the seven loaves of the four thousand, and how many baskets ye took up? |
[11]πῶς οὐ νοεῖτε, ὅτι οὐ περὶ ἄρτου εἶπον ὑμῖν προσέχειν ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων; |
[11]how do ye not understand that I did not speak to you of bread -- to take heed of the leaven of the Pharisees and Sadducees?' |
[12]τότε συνῆκαν ὅτι οὐκ εἶπε προσέχειν ἀπὸ τῆς ζύμης τοῦ ἄρτου, ἀλλ᾿ ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων. |
[12]Then they understood that he did not say to take heed of the leaven of the bread, but of the teaching, of the Pharisees and Sadducees. |
[13]᾿Ελθὼν δὲ ὁ ᾿Ιησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων· τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου; |
[13]And Jesus, having come to the parts of Cesarea Philippi, was asking his disciples, saying, `Who do men say me to be -- the Son of Man?' |
[14]οἱ δὲ εἶπον· οἱ μὲν ᾿Ιωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ ᾿Ηλίαν, ἕτεροι δὲ ῾Ιερεμίαν ἢ ἕνα τῶν προφητῶν. |
[14]and they said, `Some, John the Baptist, and others, Elijah, and others, Jeremiah, or one of the prophets.' |
[15]λέγει αὐτοῖς· ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; |
[15]He saith to them, `And ye -- who do ye say me to be?' |
[16]ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπε· σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. |
[16]and Simon Peter answering said, `Thou art the Christ, the Son of the living God.' |
[17]καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς εἶπεν αὐτῷ· μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ᾿ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. |
[17]And Jesus answering said to him, `Happy art thou, Simon Bar-Jona, because flesh and blood did not reveal [it] to thee, but my Father who is in the heavens. |
[18]κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. |
[18]`And I also say to thee, that thou art a rock, and upon this rock I will build my assembly, and gates of Hades shall not prevail against it; |
[19]καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς. |
[19]and I will give to thee the keys of the reign of the heavens, and whatever thou mayest bind upon the earth shall be having been bound in the heavens, and whatever thou mayest loose upon the earth shall be having been loosed in the heavens.' |
[20]τότε διεστείλατο τοῖς μαθηταῖς αὐτοῦ ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ᾿Ιησοῦς ὁ Χριστός. |
[20]Then did he charge his disciples that they may say to no one that he is Jesus the Christ. |
[21]᾿Απὸ τότε ἤρξατο ὁ ᾿Ιησοῦς δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν ἀπελθεῖν εἰς ῾Ιεροσόλυμα καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι. |
[21]From that time began Jesus to shew to his disciples that it is necessary for him to go away to Jerusalem, and to suffer many things from the elders, and chief priests, and scribes, and to be put to death, and the third day to rise. |
[22]καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ λέγων· ἵλεώς σοι, Κύριε· οὐ μὴ ἔσται σοι τοῦτο. |
[22]And having taken him aside, Peter began to rebuke him, saying, `Be kind to thyself, sir; this shall not be to thee;' |
[23]ὁ δὲ στραφεὶς εἶπε τῷ Πέτρῳ· ὕπαγε ὀπίσω μου, σατανᾶ· σκάνδαλόν μου εἶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων. |
[23]and he having turned, said to Peter, `Get thee behind me, adversary! thou art a stumbling-block to me, for thou dost not mind the things of God, but the things of men.' |
[24]Τότε ὁ ᾿Ιησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ· εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι. |
[24]Then said Jesus to his disciples, `If any one doth will to come after me, let him disown himself, and take up his cross, and follow me, |
[25]ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν. |
[25]for whoever may will to save his life, shall lose it, and whoever may lose his life for my sake shall find it, |
[26]τί γὰρ ὠφελεῖται ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; |
[26]for what is a man profited if he may gain the whole world, but of his life suffer loss? or what shall a man give as an exchange for his life? |
[27]μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. |
[27]`For, the Son of Man is about to come in the glory of his Father, with his messengers, and then he will reward each, according to his work. |
[28]ἀμὴν λέγω ὑμῖν, εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ. |
[28]Verily I say to you, there are certain of those standing here who shall not taste of death till they may see the Son of Man coming in his reign.' |