«
The Bishops' Bible (1568)
Bishop
Patriarchal Greek NT (1904)
Patr
[1]And after sixe dayes, Iesus taketh Peter, Iames, and Iohn his brother, and bryngeth them vp into an hye mountayne, out of the way [1]Καὶ μεθ᾿ ἡμέρας ἓξ παραλαμβάνει ὁ ᾿Ιησοῦς τὸν Πέτρον καὶ ᾿Ιάκωβον καὶ ᾿Ιωάννην τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾿ ἰδίαν·
[2]And was transfigured before them, and his face did shyne as the sunne, and his clothes were as whyte as the lyght [2]καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς.
[3]And beholde, there appeared vnto them, Moyses, and Elias talkyng with hym [3]καὶ ἰδοὺ ὤφθησαν αὐτοῖς Μωσῆς καὶ ᾿Ηλίας μετ᾿ αὐτοῦ συλλαλοῦντες.
[4]Then aunswered Peter, and sayde vnto Iesus: Lorde, it is good for vs to be here. If thou wylt, let vs make here three tabernacles: one for thee, and one for Moyses, and one for Elias [4]ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε τῷ ᾿Ιησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωσεῖ μίαν καὶ μίαν ᾿Ηλίᾳ.
[5]Whyle he yet spake, beholde, a bryght cloude shadowed them: And beholde, [there came] a voyce out of the cloude, which sayde, this is my beloued sonne in whom I am well pleased, heare hym [5]ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε·
[6]And when the disciples hearde [these thynges] they fell on their face, and were sore afrayde [6]καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα.
[7]And Iesus came, and touched them, and sayde: aryse, and be not afrayde [7]καὶ προσελθὼν ὁ ᾿Ιησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν· ἐγέρθητε καὶ μὴ φοβεῖσθε.
[8]And when they had lyft vp their eyes, they sawe no man, saue Iesus only [8]ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ τὸν ᾿Ιησοῦν μόνον.
[9]And when they came downe from the mountayne, Iesus charged them, saying: shewe the vision to no man, vntyll the sonne of man be rysen agayne from the dead [9]καὶ καταβαινόντων αὐτῶν ἀπὸ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ ᾿Ιησοῦς λέγων· μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.
[10]And his disciples asked hym, saying: Why then say the scribes, that Elias must first come [10]Καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι ᾿Ηλίαν δεῖ ἐλθεῖν πρῶτον;
[11]Iesus aunswered, & sayde vnto them: Elias truely shall first come, and restore all thynges [11]ὁ δὲ ᾿Ιησοῦς ἀποκριθεὶς εἶπεν αὐτοῖς· ᾿Ηλίας μὲν ἔρχεται πρῶτον καὶ ἀποκαταστήσει πάντα·
[12]But I say vnto you, that Elias is come alredy, and they knewe hym not, but haue done vnto hym, whatsoeuer they lusted [12]λέγω δὲ ὑμῖν ὅτι ᾿Ηλίας ἤδη ἦλθε, καὶ οὐκ ἐπέγνωσαν αὐτόν, ἀλλ᾿ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν· οὕτω καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ᾿ αὐτῶν.
[13]Lykewyse, shall also the sonne of man suffer of them. Then the disciples vnderstode, that he spake vnto them of Iohn Baptist [13]τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ ᾿Ιωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς.
[14]And when they were come to the people, there came to hym a certayne man, knelyng downe to hym, and saying [14]Καὶ ἐλθόντων αὐτῶν πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν καὶ λέγων·
[15]Lorde, haue mercy on my sonne, for he is lunaticke, and sore vexed: for oft tymes he falleth into the fyre, and oft into the water [15]Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ.
[16]And I brought hym to thy disciples, and they coulde not heale hym [16]καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι.
[17]Iesus aunswered and sayde: O faythlesse and croked nation, howe long shall I be with you? howe long shal I suffer you? bryng hym hyther to me [17]ἀποκριθεὶς δὲ ὁ ᾿Ιησοῦς εἶπεν· ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη! ἕως πότε ἔσομαι μεθ᾿ ὑμῶν; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε.
[18]And Iesus rebuked the deuyll, and he departed out of hym: And the chylde was healed euen that same tyme [18]καὶ ἐπετίμησεν αὐτῷ ὁ ᾿Ιησοῦς, καὶ ἐξῆλθεν ἀπ᾿ αὐτοῦ τὸ δαιμόνιον καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης.
[19]Then came the disciples to Iesus secretely, and sayde: why coulde not we cast hym out [19]Τότε προσελθόντες οἱ μαθηταὶ τῷ ᾿Ιησοῦ κατ᾿ ἰδίαν εἶπον· διατί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;
[20]Iesus sayde vnto them: because of your vnbeliefe. For veryly I say vnto you: If ye haue fayth as a grayne of mustarde seede, ye shall say vnto this mountayne: remoue hence to yonder place, and it shall remoue, neither shall any thyng be vnpossible vnto you [20]ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· διὰ τὴν ἀπιστίαν ὑμῶν. ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν.
[21]Howebeit, this kynde goeth not out, but by prayer and fastyng [21]τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.
[22]Whyle they were occupyed in Galilee, Iesus sayde vnto them: it wyll come to passe, that the sonne of man shalbe betrayed into the handes of men [22]᾿Αναστρεφομένων δὲ αὐτῶν εἰς τὴν Γαλιλαίαν εἶπεν αὐτοῖς ὁ ᾿Ιησοῦς· μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων
[23]And they shall kyll hym, & the thyrde day shall he ryse agayne: And they were exceadyng sory [23]καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. καὶ ἐλυπήθησαν σφόδρα.
[24]And when they were come to Capernaum, they that receaued tribute money, came to Peter, and sayde: Doth not your maister pay tribute [24]᾿Ελθόντων δὲ αὐτῶν εἰς Καπερναοὺμ προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπον· ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα;
[25]He sayth: yes. And when he was come into the house, Iesus preuented hym, saying: What thynkest thou Simon? of whom do the kynges of the earth take tribute or toule? of the chyldren, or of straungers [25]λέγει, ναί. καὶ ὅτε εἰσῆλθεν εἰς τὴν οἰκίαν, προέφθασεν αὐτὸν ὁ ᾿Ιησοῦς λέγων· τί σοι δοκεῖ, Σίμων; οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσι τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων;
[26]Peter sayth vnto hym: of straungers. Iesus sayth vnto hym: Then are the chyldren free [26]λέγει αὐτῷ ὁ Πέτρος· ἀπὸ τῶν ἀλλοτρίων. ἔφη αὐτῷ ὁ ᾿Ιησοῦς· ἄραγε ἐλεύθεροί εἰσιν οἱ υἱοί.
[27]Notwithstandyng, lest we shoulde offende them, go thou to the sea, and cast an angle, and take the fisshe that first commeth vp: and when thou hast opened his mouth, thou shalt fynde a peece of twenty pence: that take, and geue it vnto them for me, and thee [27]ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς εἰς τὴν θάλασσαν βάλε ἄγκιστρον καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.
Source: studybible.org
Author: Ecumenical Patriarchate of Constantinople
Source: www.hagiascriptura.com
Top