«
Byzantine GNT Majority Text (2000)
Byz
SBL Greek NT (2010)
SBL
[1]ομοια γαρ εστιν η βασιλεια των ουρανων ανθρωπω οικοδεσποτη οστις εξηλθεν αμα πρωι μισθωσασθαι εργατας εις τον αμπελωνα αυτου [1]Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ.
[2]και συμφωνησας μετα των εργατων εκ δηναριου την ημεραν απεστειλεν αυτους εις τον αμπελωνα αυτου [2]⸂συμφωνήσας δὲ⸃ μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ.
[3]και εξελθων περι τριτην ωραν ειδεν αλλους εστωτας εν τη αγορα αργους [3]καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς·
[4]και εκεινοις ειπεν υπαγετε και υμεις εις τον αμπελωνα και ο εαν η δικαιον δωσω υμιν [4]καὶ ἐκείνοις εἶπεν· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν·
[5]οι δε απηλθον παλιν εξελθων περι εκτην και ενατην ωραν εποιησεν ωσαυτως [5]οἱ δὲ ἀπῆλθον. ⸀πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως.
[6]περι δε την ενδεκατην ωραν εξελθων ευρεν αλλους εστωτας αργους και λεγει αυτοις τι ωδε εστηκατε ολην την ημεραν αργοι [6]περὶ δὲ τὴν ⸀ἑνδεκάτην ἐξελθὼν εὗρεν ἄλλους ⸀ἑστῶτας, καὶ λέγει αὐτοῖς· Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί;
[7]λεγουσιν αυτω οτι ουδεις ημας εμισθωσατο λεγει αυτοις υπαγετε και υμεις εις τον αμπελωνα και ο εαν η δικαιον ληψεσθε [7]λέγουσιν αὐτῷ· Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. λέγει αὐτοῖς· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ⸀ἀμπελῶνα.
[8]οψιας δε γενομενης λεγει ο κυριος του αμπελωνος τω επιτροπω αυτου καλεσον τους εργατας και αποδος αυτοις τον μισθον αρξαμενος απο των εσχατων εως των πρωτων [8]ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· Κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος ⸀αὐτοῖς τὸν μισθὸν ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων.
[9]και ελθοντες οι περι την ενδεκατην ωραν ελαβον ανα δηναριον [9]⸂καὶ ἐλθόντες⸃ οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον.
[10]ελθοντες δε οι πρωτοι ενομισαν οτι πλειονα ληψονται και ελαβον και αυτοι ανα δηναριον [10]⸂καὶ ἐλθόντες⸃ οἱ πρῶτοι ἐνόμισαν ὅτι ⸀πλεῖον λήμψονται· καὶ ἔλαβον ⸂τὸ ἀνὰ δηνάριον καὶ αὐτοί⸃.
[11]λαβοντες δε εγογγυζον κατα του οικοδεσποτου [11]λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου
[12]λεγοντες οτι ουτοι οι εσχατοι μιαν ωραν εποιησαν και ισους ημιν αυτους εποιησας τοις βαστασασιν το βαρος της ημερας και τον καυσωνα [12]⸀λέγοντες· Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ⸂αὐτοὺς ἡμῖν⸃ ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα.
[13]ο δε αποκριθεις ειπεν ενι αυτων εταιρε ουκ αδικω σε ουχι δηναριου συνεφωνησας μοι [13]ὁ δὲ ἀποκριθεὶς ⸂ἑνὶ αὐτῶν εἶπεν⸃· Ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι;
[14]αρον το σον και υπαγε θελω δε τουτω τω εσχατω δουναι ως και σοι [14]ἆρον τὸ σὸν καὶ ὕπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί·
[15]η ουκ εξεστιν μοι ποιησαι ο θελω εν τοις εμοις ει ο οφθαλμος σου πονηρος εστιν οτι εγω αγαθος ειμι [15]⸀οὐκ ἔξεστίν μοι ⸂ὃ θέλω ποιῆσαι⸃ ἐν τοῖς ἐμοῖς; ⸀ἢ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι;
[16]ουτως εσονται οι εσχατοι πρωτοι και οι πρωτοι εσχατοι πολλοι γαρ εισιν κλητοι ολιγοι δε εκλεκτοι [16]οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι καὶ οἱ πρῶτοι ⸀ἔσχατοι.
[17]και αναβαινων ο ιησους εις ιεροσολυμα παρελαβεν τους δωδεκα μαθητας κατ ιδιαν εν τη οδω και ειπεν αυτοις [17]⸂Καὶ ἀναβαίνων ὁ⸃ Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα ⸀μαθητὰς κατʼ ἰδίαν, ⸂καὶ ἐν τῇ ὁδῷ⸃ εἶπεν αὐτοῖς·
[18]ιδου αναβαινομεν εις ιεροσολυμα και ο υιος του ανθρωπου παραδοθησεται τοις αρχιερευσιν και γραμματευσιν και κατακρινουσιν αυτον θανατω [18]Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ,
[19]και παραδωσουσιν αυτον τοις εθνεσιν εις το εμπαιξαι και μαστιγωσαι και σταυρωσαι και τη τριτη ημερα αναστησεται [19]καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ⸀ἐγερθήσεται.
[20]τοτε προσηλθεν αυτω η μητηρ των υιων ζεβεδαιου μετα των υιων αυτης προσκυνουσα και αιτουσα τι παρ αυτου [20]Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς προσκυνοῦσα καὶ αἰτοῦσά τι ⸀παρʼ αὐτοῦ.
[21]ο δε ειπεν αυτη τι θελεις λεγει αυτω ειπε ινα καθισωσιν ουτοι οι δυο υιοι μου εις εκ δεξιων σου και εις εξ ευωνυμων σου εν τη βασιλεια σου [21]ὁ δὲ εἶπεν αὐτῇ· Τί θέλεις; λέγει αὐτῷ· Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν ⸀σου καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου.
[22]αποκριθεις δε ο ιησους ειπεν ουκ οιδατε τι αιτεισθε δυνασθε πιειν το ποτηριον ο εγω μελλω πινειν η το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθηναι λεγουσιν αυτω δυναμεθα [22]ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Οὐκ οἴδατε τί αἰτεῖσθε· δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω ⸀πίνειν; λέγουσιν αὐτῷ· Δυνάμεθα.
[23]και λεγει αυτοις το μεν ποτηριον μου πιεσθε και το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθησεσθε το δε καθισαι εκ δεξιων μου και εξ ευωνυμων μου ουκ εστιν εμον δουναι αλλ οις ητοιμασται υπο του πατρος μου [23]⸀λέγει αὐτοῖς· Τὸ μὲν ποτήριόν μου ⸀πίεσθε, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ ⸀εὐωνύμων οὐκ ἔστιν ⸀ἐμὸν δοῦναι, ἀλλʼ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου.
[24]και ακουσαντες οι δεκα ηγανακτησαν περι των δυο αδελφων [24]Καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν.
[25]ο δε ιησους προσκαλεσαμενος αυτους ειπεν οιδατε οτι οι αρχοντες των εθνων κατακυριευουσιν αυτων και οι μεγαλοι κατεξουσιαζουσιν αυτων [25]ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν· Οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν.
[26]ουχ ουτως δε εσται εν υμιν αλλ ος εαν θελη εν υμιν μεγας γενεσθαι εσται υμων διακονος [26]οὐχ οὕτως ⸀ἔσται ἐν ὑμῖν· ἀλλʼ ὃς ⸀ἂν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι ἔσται ὑμῶν διάκονος,
[27]και ος εαν θελη εν υμιν ειναι πρωτος εστω υμων δουλος [27]καὶ ὃς ⸀ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος ⸀ἔσται ὑμῶν δοῦλος·
[28]ωσπερ ο υιος του ανθρωπου ουκ ηλθεν διακονηθηναι αλλα διακονησαι και δουναι την ψυχην αυτου λυτρον αντι πολλων [28]ὥσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
[29]και εκπορευομενων αυτων απο ιεριχω ηκολουθησεν αυτω οχλος πολυς [29]Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἰεριχὼ ἠκολούθησεν αὐτῷ ὄχλος πολύς.
[30]και ιδου δυο τυφλοι καθημενοι παρα την οδον ακουσαντες οτι ιησους παραγει εκραξαν λεγοντες ελεησον ημας κυριε υιος δαυιδ [30]καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν λέγοντες· ⸂Κύριε, ἐλέησον ἡμᾶς⸃, ⸀υἱὸς Δαυίδ.
[31]ο δε οχλος επετιμησεν αυτοις ινα σιωπησωσιν οι δε μειζον εκραζον λεγοντες ελεησον ημας κυριε υιος δαυιδ [31]ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν· οἱ δὲ μεῖζον ⸀ἔκραξαν λέγοντες· ⸂Κύριε, ἐλέησον ἡμᾶς⸃, ⸀υἱὸς Δαυίδ.
[32]και στας ο ιησους εφωνησεν αυτους και ειπεν τι θελετε ποιησω υμιν [32]καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν· Τί θέλετε ποιήσω ὑμῖν;
[33]λεγουσιν αυτω κυριε ινα ανοιχθωσιν ημων οι οφθαλμοι [33]λέγουσιν αὐτῷ· Κύριε, ἵνα ⸂ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν⸃.
[34]σπλαγχνισθεις δε ο ιησους ηψατο των οφθαλμων αυτων και ευθεως ανεβλεψαν αυτων οι οφθαλμοι και ηκολουθησαν αυτω [34]σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἥψατο τῶν ⸀ὀμμάτων αὐτῶν, καὶ εὐθέως ⸀ἀνέβλεψαν καὶ ἠκολούθησαν αὐτῷ.
Author: Maurice A. Robinson, William G. Pierpont
Source: unboundbible.org

See information...
Author: Michael W. Holmes (2010)
Source: www.sblgnt.com

See information...
Top