|
[1]Πρωΐας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ ὥστε θανατῶσαι αὐτόν· |
[1]When the morning was come, all the chief Priests, and the Elders of the people took counsel against Jesus, to put him to death, |
[2]καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ ⸀παρέδωκαν Πιλάτῳ τῷ ἡγεμόνι. |
[2]And led him away bound, and delivered him unto Pontius Pilate the governor. |
[3]Τότε ἰδὼν Ἰούδας ὁ ⸀παραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη μεταμεληθεὶς ⸀ἔστρεψεν τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσιν ⸀καὶ πρεσβυτέροις |
[3]Then when Judas which betrayed him, saw that he was condemned, he repented himself, and brought again the thirty pieces of silver to the chief Priests, and Elders, |
[4]λέγων· Ἥμαρτον παραδοὺς αἷμα ⸀ἀθῷον. οἱ δὲ εἶπαν· Τί πρὸς ἡμᾶς; σὺ ⸀ὄψῃ. |
[4]Saying, I have sinned betraying the innocent blood. But they said, What is that to us? see thou to it. |
[5]καὶ ῥίψας τὰ ἀργύρια ⸂εἰς τὸν ναὸν⸃ ἀνεχώρησεν, καὶ ἀπελθὼν ἀπήγξατο. |
[5]And when he had cast down the silver pieces in the Temple, he departed, and went, and hanged himself. |
[6]οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπαν· Οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστιν· |
[6]And the chief Priests took the silver pieces, and said, It is not lawful for us to put them into the treasure, because it is the price of blood. |
[7]συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν Ἀγρὸν τοῦ Κεραμέως εἰς ταφὴν τοῖς ξένοις. |
[7]And they took counsel, and bought with them a potters field, for the burial of strangers. |
[8]διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος Ἀγρὸς Αἵματος ἕως τῆς σήμερον. |
[8]Wherefore that field is called, the field of blood, until this day. |
[9]τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος· Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ, |
[9](Then was fulfilled that which was spoken by Jeremiah the Prophet, saying, And they took thirty silver pieces, the price of him that was valued, whom they of the children of Israel valued. |
[10]καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέν μοι κύριος. |
[10]And they gave them for the potters field, as the Lord appointed me.) |
[11]Ὁ δὲ Ἰησοῦς ⸀ἐστάθη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ Ἰησοῦς ⸀ἔφη· Σὺ λέγεις. |
[11]And Jesus stood before the governor, and the governor asked him, saying, Art thou the King of the Jews? Jesus said unto him, Thou sayest it. |
[12]καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων ⸀καὶ πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο. |
[12]And when he was accused of the chief Priests and Elders, he answered nothing. |
[13]τότε λέγει αὐτῷ ὁ Πιλᾶτος· Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσιν; |
[13]Then said Pilate unto him, Hearest thou not how many things they lay against thee? |
[14]καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν. |
[14]But he answered him not to one word, in so much that the governor marveled greatly. |
[15]Κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον ὃν ἤθελον. |
[15]Now at the feast, the governor was wont to deliver unto the people a prisoner whom they would. |
[16]εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον ⸀Ἰησοῦν Βαραββᾶν. |
[16]And they had then a notable prisoner, called Barabbas. |
[17]συνηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς ὁ Πιλᾶτος· Τίνα θέλετε ἀπολύσω ὑμῖν, ⸂Ἰησοῦν τὸν⸃ Βαραββᾶν ἢ Ἰησοῦν τὸν λεγόμενον χριστόν; |
[17]When they were then gathered together, Pilate said unto them, Whether will ye that I let loose unto you Barabbas, or Jesus which is called Christ? |
[18]ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν. |
[18](For he knew well, that for envy they had delivered him. |
[19]Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλεν πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα· Μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ, πολλὰ γὰρ ἔπαθον σήμερον κατʼ ὄναρ διʼ αὐτόν. |
[19]Also when he was set down upon the judgment seat, his wife sent to him, saying, Have thou nothing to do with that just man: for I have suffered many things this day in a dream by reason of him.) |
[20]Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν. |
[20]But the chief Priests and the Elders had persuaded the people that they should ask Barabbas, and should destroy Jesus. |
[21]ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς· Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; οἱ δὲ εἶπαν· ⸀Τὸν Βαραββᾶν. |
[21]Then the governor answered, and said unto them, Whether of the twain will ye that I let loose unto you? And they said, Barabbas. |
[22]λέγει αὐτοῖς ὁ Πιλᾶτος· Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον χριστόν; ⸀λέγουσιν πάντες· Σταυρωθήτω. |
[22]Pilate said unto them, What shall I do then with Jesus which is called Christ? They all said to him, Let him be crucified. |
[23]ὁ ⸀δὲ ἔφη· Τί γὰρ κακὸν ἐποίησεν; οἱ δὲ περισσῶς ἔκραζον λέγοντες· Σταυρωθήτω. |
[23]Then said the governor, But what evil hath he done? Then they cried the more, saying, Let him be crucified. |
[24]Ἰδὼν δὲ ὁ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ ἀλλὰ μᾶλλον θόρυβος γίνεται λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ⸀ἀπέναντι τοῦ ὄχλου λέγων· Ἀθῷός εἰμι ἀπὸ τοῦ ⸀αἵματος τούτου· ὑμεῖς ὄψεσθε. |
[24]When Pilate saw that he availed nothing, but that more tumult was made, he took water and washed his hands before the multitude, saying, I am innocent of the blood of this just man: look you to it. |
[25]καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπεν· Τὸ αἷμα αὐτοῦ ἐφʼ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. |
[25]Then answered all the people, and said, His blood be on us, and on our children. |
[26]τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ. |
[26]Thus let he Barabbas loose unto them, and scourged Jesus, and delivered him to be crucified. |
[27]Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπʼ αὐτὸν ὅλην τὴν σπεῖραν. |
[27]Then the soldiers of the governor took Jesus into the common hall, and gathered about him the whole band, |
[28]καὶ ἐκδύσαντες αὐτὸν ⸂χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ⸃, |
[28]And they stripped him, and put upon him a scarlet robe, |
[29]καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ ⸂τῆς κεφαλῆς⸃ αὐτοῦ καὶ κάλαμον ⸂ἐν τῇ δεξιᾷ⸃ αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ⸀ἐνέπαιξαν αὐτῷ λέγοντες· Χαῖρε, ⸀βασιλεῦ τῶν Ἰουδαίων, |
[29]And platted a crown of thorns, and put it upon his head, and a reed in his right hand, and bowed their knees before him, and mocked him, saying, God save thee King of the Jews, |
[30]καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ. |
[30]And spitted upon him, and took a reed, and smote him on the head. |
[31]καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι. |
[31]Thus when they had mocked him, they took the robe from him, and put his own raiment on him, and led him away to crucify him. |
[32]Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. |
[32]And as they came out, they found a man of Cyrene, named Simon: him they compelled to bear his cross. |
[33]Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστιν ⸂Κρανίου Τόπος λεγόμενος⸃, |
[33]And when they came unto the place called Golgotha, (that is to say, the place of dead mens skulls.) |
[34]ἔδωκαν αὐτῷ πιεῖν ⸀οἶνον μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ⸀ἠθέλησεν πιεῖν. |
[34]They gave him vinegar to drink, mingled with gall: and when he had tasted thereof, he would not drink. |
[35]σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον, |
[35]And when they had crucified him, they parted his garments, and did cast lots, that it might be fulfilled, which was spoken by the Prophet, They divided my garments among them, and upon my vesture did cast lots. |
[36]καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ. |
[36]And they sat, and watched him there. |
[37]καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· Οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεὺς τῶν Ἰουδαίων. |
[37]They set up also over his head his cause written, THIS IS JESUS THE KING OF THE JEWS. |
[38]Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων. |
[38]And there were two thieves crucified with him, one on the right hand, and another on the left. |
[39]οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν |
[39]And they that passed by, reviled him, wagging their heads, |
[40]καὶ λέγοντες· Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ θεοῦ, ⸀κατάβηθι ἀπὸ τοῦ σταυροῦ. |
[40]And saying, Thou that destroyest the Temple, and buildest it in three days, save thyself: if thou be the Son of God, come down from the cross. |
[41]ὁμοίως ⸀καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ ⸀πρεσβυτέρων ἔλεγον· |
[41]Likewise also the high Priests mocking him, with the Scribes, and Elders, and Pharisees, said, |
[42]Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· ⸀βασιλεὺς Ἰσραήλ ἐστιν, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπʼ ⸀αὐτόν. |
[42]He saved others, but he cannot save himself: if he be the King of Israel, let him now come down from the cross, and we will believe him. |
[43]πέποιθεν ἐπὶ τὸν θεόν, ῥυσάσθω ⸀νῦν εἰ θέλει αὐτόν· εἶπεν γὰρ ὅτι Θεοῦ εἰμι υἱός. |
[43]He trusteth in God, let him deliver him now, if he will have him: for he said, I am the Son of God. |
[44]τὸ δʼ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες ⸀σὺν αὐτῷ ὠνείδιζον αὐτόν. |
[44]That same also the thieves which were crucified with him, cast in his teeth. |
[45]Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. |
[45]Now from the sixth hour was there darkness over all the land, unto the ninth hour. |
[46]περὶ δὲ τὴν ἐνάτην ὥραν ⸀ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· ⸂Ἠλὶ ἠλὶ⸃ λεμὰ σαβαχθάνι; τοῦτʼ ἔστιν· Θεέ μου θεέ μου, ἱνατί με ἐγκατέλιπες; |
[46]And about the ninth hour Jesus cried with a loud voice, saying, Eli, Eli, lama sabachthani? that is, My God, my God, why hast thou forsaken me? |
[47]τινὲς δὲ τῶν ἐκεῖ ⸀ἑστηκότων ἀκούσαντες ἔλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος. |
[47]And some of them that stood there, when they heard it, said, This man calleth Elijah. |
[48]καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν. |
[48]And straightway one of them ran, and took a sponge, and filled it with vinegar, and put it on a reed, and gave him to drink. |
[49]οἱ δὲ λοιποὶ ⸀ἔλεγον· Ἄφες ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων ⸀αὐτόν. |
[49]Other said, Let be: let us see, if Elijah will come and save him. |
[50]ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκεν τὸ πνεῦμα. |
[50]Then Jesus cried again with a loud voice, and yielded up the ghost. |
[51]καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ⸂ἀπʼ ἄνωθεν ἕως κάτω εἰς δύο⸃, καὶ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐσχίσθησαν, |
[51]And behold, the veil of the Temple was rent in twain, from the top to the bottom, and the earth did quake, and the stones were cloven. |
[52]καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ⸀ἠγέρθησαν, |
[52]And the graves did open themselves, and many bodies of the Saints which slept, arose, |
[53]καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς. |
[53]And came out of the graves after his resurrection, and went into the Holy city, and appeared unto many. |
[54]Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετʼ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν ἰδόντες τὸν σεισμὸν καὶ τὰ ⸀γενόμενα ἐφοβήθησαν σφόδρα λέγοντες· Ἀληθῶς ⸂θεοῦ υἱὸς⸃ ἦν οὗτος. |
[54]When the Centurion, and they that were with him watching Jesus, saw the earthquake, and the things that were done, they feared greatly, saying, Truly this was the Son of God. |
[55]Ἦσαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ· |
[55]And many women were there, beholding him a far off, which had followed Jesus from Galilee, ministering unto him. |
[56]ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ ⸀Ἰωσὴφ μήτηρ καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου. |
[56]Among whom were Mary Magdalene, and Mary the mother of James and Joseph, and the mother of Zebedees sons. |
[57]Ὀψίας δὲ γενομένης ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἁριμαθαίας, τοὔνομα Ἰωσήφ, ὃς καὶ αὐτὸς ⸀ἐμαθητεύθη τῷ Ἰησοῦ· |
[57]And when the even was come, there came a rich man of Arimathea, named Joseph, who had also himself been Jesus disciple. |
[58]οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. τότε ὁ Πιλᾶτος ἐκέλευσεν ⸀ἀποδοθῆναι. |
[58]He went to Pilate, and asked the body of Jesus. Then Pilate commanded the body to be delivered. |
[59]καὶ λαβὼν τὸ σῶμα ὁ Ἰωσὴφ ἐνετύλιξεν ⸀αὐτὸ σινδόνι καθαρᾷ, |
[59]So Joseph took the body, and wrapped it in a clean linen cloth, |
[60]καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ, καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν. |
[60]And put it in his new tomb, which he had hewn out in a rock, and rolled a great stone to the door of the sepulcher, and departed. |
[61]ἦν δὲ ἐκεῖ ⸀Μαριὰμ ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία καθήμεναι ἀπέναντι τοῦ τάφου. |
[61]And there was Mary Magdalene, and the other Mary sitting over against the sepulcher. |
[62]Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶν μετὰ τὴν παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον |
[62]Now the next day that followed the Preparation of the Sabbath, the high Priests and Pharisees assembled to Pilate, |
[63]λέγοντες· Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν· Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι· |
[63]And said, Sir, we remember that that deceiver said, while he was yet alive, Within three days I will rise. |
[64]κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ ⸀αὐτοῦ κλέψωσιν αὐτὸν καὶ εἴπωσιν τῷ λαῷ· Ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης. |
[64]Command therefore, that the sepulcher be made sure until the third day, lest his disciples come by night, and steal him away, and say unto the people, He is risen from the dead: so shall the last error be worse then the first. |
[65]⸀ἔφη αὐτοῖς ὁ Πιλᾶτος· Ἔχετε κουστωδίαν· ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε. |
[65]Then Pilate said unto them, Ye have a watch: go, and make it sure as ye know. |
[66]οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας. |
[66]And they went, and made the sepulcher sure with the watch, and sealed the stone. |