|
[1]In those dayes, came Iohn the Baptist, preachyng in the wyldernesse of Iurie, and saying |
[1]Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας |
[2]Repent, for the kingdome of heauen is at hande |
[2][καὶ] λέγων, Μετανοεῖτε· ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. |
[3]For this is he, of whom it is spoken by the prophete Esayas, saying. The voyce of one crying in the wyldernesse: prepare ye the way of the Lorde, make his pathes strayght |
[3]οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος, Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. |
[4]This Iohn had his rayment of Camels heere, and a girdle of a skynne about his loynes, his meate was locustes, and wylde hony |
[4]Αὐτὸς δὲ ὁ Ἰωάννης εἶχεν τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ· ἡ δὲ τροφὴ ἦν αὐτοῦ ἀκρίδες καὶ μέλι ἄγριον. |
[5]Then went out to hym Hierusalem, and all Iurie, and all the region rounde about Iordane |
[5]Τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου, |
[6]And were baptized of hym in Iordane, confessyng their sinnes |
[6]καὶ ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾽ αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. |
[7]But when he sawe many of the Pharisees, and Saducees come to his baptisme, he sayde vnto them. O generation of vipers, who hath warned you to flee from the anger to come |
[7]ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα [αὐτοῦ], εἶπεν αὐτοῖς, Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; |
[8]Bryng foorth therefore fruites meete for repentaunce |
[8]ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας· |
[9]And be not of suche mynde, that ye woulde say within your selues, we haue Abraham to [our] father. For I say vnto you, that God is able, of these stones to rayse vp chyldren vnto Abraham |
[9]καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς, Πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν, ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. |
[10]Euen now is the axe also put vnto the roote of the trees: therefore, euery tree which bryngeth not foorth good fruite, is hewen downe, and cast into the fire |
[10]ἤδη δὲ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. |
[11]I baptize you in water vnto repentaunce: But he that shall come after me, is mightier then I, whose shoes I am not worthy to beare, he shall baptize you with the holy ghost, and with fire |
[11]ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί. |
[12]Whose fanne is in his hande, and he wyll purge his floore, and gather his wheate into [his] garner: but wyl burne vp the chaffe with vnquencheable fire |
[12]οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποθήκην αὐτοῦ τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. |
[13]Then commeth Iesus from Galilee to Iordane, vnto Iohn, to be baptized of hym |
[13]Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην, τοῦ βαπτισθῆναι ὑπ᾽ αὐτοῦ. |
[14]But Iohn forbad hym, saying. I haue nede to be baptized of thee, and commest thou to me |
[14]ὁ δὲ [Ἰωάννης] διεκώλυεν αὐτὸν λέγων, Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; |
[15]Iesus aunsweryng, sayde vnto hym: Suffer it to be so nowe. For thus it becommeth vs, to fulfyll all righteousnes. Then he suffred hym |
[15]Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν, Ἄφες ἄρτι· οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. τότε ἀφίησιν αὐτόν. |
[16]And Iesus, when he was baptized, came strayghtwaye out of the water, and loe the heauens was open vnto hym, and (Iohn) sawe the spirite of God descendyng lyke a doue, and lyghtyng vpon hym |
[16]βαπτισθεὶς δὲ ὁ Ἰησοῦς εὐθὺς ἀνέβη ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοί, καὶ εἶδεν τὸ πνεῦμα τοῦ θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν [καὶ] ἐρχόμενον ἐπ᾽ αὐτόν. |
[17]And loe, there (came) a voyce from the heauens, saying: This is my beloued sonne, in whom I am well pleased |
[17]καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα. |