«
Reconstruction of Eberhard Nestle's Greek NT (1904)
Nestle
Webster Bible (1833)
Web
[1]Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάνης ὁ βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας, [1]In those days came John the Baptist, preaching in the wilderness of Judea,
[2]λέγων Μετανοεῖτε· ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. [2]And saying, Repent ye: for the kingdom of heaven is at hand.
[3]οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. [3]For this is he that was spoken of by the prophet Isaiah, saying, The voice of one crying in the wilderness, Prepare ye the way of the Lord, make his paths straight.
[4]Αὐτὸς δὲ ὁ Ἰωάνης εἶχεν τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ· ἡ δὲ τροφὴ ἦν αὐτοῦ ἀκρίδες καὶ μέλι ἄγριον. [4]And the same John had his raiment of camel's hair, and a leathern girdle about his loins; and his food was locusts and wild honey.
[5]Τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου, [5]Then went out to him Jerusalem, and all Judea, and all the region about Jordan,
[6]καὶ ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ’ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. [6]And were baptized by him in Jordan, confessing their sins.
[7]Ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα εἶπεν αὐτοῖς Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; [7]But when he saw many of the Pharisees and Sadducees come to his baptism, he said to them, O generation of vipers, who hath warned you to flee from the wrath to come?
[8]ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας· [8]Bring forth therefore fruits meet for repentance:
[9]καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς Πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. [9]And think not to say within yourselves, We have Abraham for our father: for I say to you, that God is able of these stones to raise up children to Abraham.
[10]ἤδη δὲ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. [10]And now also the ax is laid to the root of the trees: therefore every tree which bringeth not forth good fruit is hewn down, and cast into the fire.
[11]ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί· [11]I indeed baptize you with water to repentance: but he that cometh after me is mightier than I, whose shoes I am not worthy to bear: he shall baptize you with the Holy Spirit, and with fire:
[12]οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. [12]Whose fan is in his hand, and he will thoroughly cleanse his floor, and gather his wheat into the granary; but he will burn the chaff with unquenchable fire.
[13]Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάνην τοῦ βαπτισθῆναι ὑπ’ αὐτοῦ. [13]Then cometh Jesus from Galilee to Jordan to John, to be baptized by him.
[14]ὁ δὲ διεκώλυεν αὐτὸν λέγων Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; [14]But John forbad him, saying, I have need to be baptized by thee, and comest thou to me?
[15]ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ Ἄφες ἄρτι· οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. τότε ἀφίησιν αὐτόν. [15]And Jesus answering said to him, Suffer it to be so now: for thus it becometh us to fulfill all righteousness. Then he suffered him.
[16]βαπτισθεὶς δὲ ὁ Ἰησοῦς εὐθὺς ἀνέβη ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ἠνεῴχθησαν οἱ οὐρανοί, καὶ εἶδεν Πνεῦμα Θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν ἐρχόμενον ἐπ’ αὐτόν· [16]And Jesus, when he was baptized, went up immediately out of the water: and lo, the heavens were opened to him, and he saw the Spirit of God descending like a dove, and lighting upon him:
[17]καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα. [17]And lo, a voice from heaven, saying, This is my beloved Son, in whom I am well pleased.
Author: Eberhard Nestle (1851–1913)
Source: www.hagiascriptura.com

See information...
Source: unbound.biola.edu

See information...
Top