|
[1]Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας |
[1]NOW in those days came Juchanonⓘ the Baptizer preaching in the desert of Jehud, |
[2]⸀καὶ λέγων· Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. |
[2]And saying, Repent! the kingdom of heaven hath drawn nigh. |
[3]οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς ⸀διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. |
[3]For this is he of whom it was spoken by Eshaia the prophet: The voice which crieth in the desert, Prepare ye the way of the Lord, make his paths plain. |
[4]αὐτὸς δὲ ὁ Ἰωάννης εἶχεν τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, ἡ δὲ τροφὴ ⸂ἦν αὐτοῦ⸃ ἀκρίδες καὶ μέλι ἄγριον. |
[4]But this Juchanon, his clothing was of the hair of camels, with a loins-belt of leather upon his loins; and his food was locusts and wilderness-honey. |
[5]τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου, |
[5]Then went forth to him Urishlem,ⓘ and all Jehud, and the whole country about Jurdan; |
[6]καὶ ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ ⸀ποταμῷ ὑπʼ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. |
[6]And were baptized of him in Jurdan, the river, while they were confessing their sins. |
[7]Ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα ⸀αὐτοῦ εἶπεν αὐτοῖς· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; |
[7]But when he saw many of the Pharishee and Zodukoyee coming to be baptized, he said to them, Generation of vipers, who hath showed you to escape from the wrath that cometh? |
[8]ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας |
[8]Work, therefore, fruits which are suitable to repentance. |
[9]καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς· Πατέρα ἔχομεν τὸν Ἀβραάμ, λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. |
[9]Neither ruminate and say within yourselves, that Abraham is father to us; for I say to you that Aloha is able from these stones to raise up sons unto Abraham. |
[10]ἤδη ⸀δὲ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. |
[10]But, behold, the axe lieth at the root of the trees; every tree, therefore, which maketh not good fruit is cut down and falleth into the fire. |
[11]Ἐγὼ μὲν ⸂ὑμᾶς βαπτίζω⸃ ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ ⸂καὶ πυρί⸃· |
[11]I, indeed, baptize you with water unto repentance; but He who cometh after me is mightier than I; he, whose sandals I am not worthy to bear,—he baptizeth you with the Spirit of Holiness and with fire. |
[12]οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ⸀ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. |
[12]He [it is] whose fan is in his hand, and, purifying his floors, the wheat he gathereth into his garner, but the chaff he burneth with the fire that is not quenched. |
[13]Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπʼ αὐτοῦ. |
[13]Then came Jeshu from Galila unto Jurdan to Juchanan to be baptized of him. |
[14]ὁ δὲ ⸀Ἰωάννης διεκώλυεν αὐτὸν λέγων· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; |
[14]But Juchanon prohibited him, and said, I need from thee to be baptized, and hast thou come unto me? |
[15]ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν ⸂πρὸς αὐτόν⸃· Ἄφες ἄρτι, οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. τότε ἀφίησιν αὐτόν. |
[15]But Jeshu answered and said unto him, Permit [this] now; for thus it becometh us to accomplish all righteousness. And then he permitted him. |
[16]⸂βαπτισθεὶς δὲ⸃ ὁ Ἰησοῦς ⸂εὐθὺς ἀνέβη⸃ ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ⸀ἠνεῴχθησαν οἱ οὐρανοί, καὶ εἶδεν ⸀πνεῦμα θεοῦ καταβαῖνον ὡσεὶ ⸀περιστερὰν ἐρχόμενον ἐπʼ αὐτόν· |
[16]But when Jeshu was baptized, he immediately ascended from the waters; and the heaven was opened unto him; and he saw the Spirit of Aloha, who descended, like the dove, and came upon him. |
[17]καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα. |
[17]And, lo, the voice from heaven, which said, This [is] my Son, the Beloved, in whom I have delighted. |