|
[1]It is all over with him, he has been removed, one who has been delivered from affliction has come up panting into thy presence, watch the way, strengthen thy loins, be very valiant in thy strength. |
[1]ἰδοὺ ἐπὶ τὰ ὄρη οἱ πόδες εὐαγγελιζομένου καὶ ἀπαγγέλλοντος εἰρήνην ἑόρταζε ιουδα τὰς ἑορτάς σου ἀπόδος τὰς εὐχάς σου διότι οὐ μὴ προσθήσωσιν ἔτι τοῦ διελθεῖν διὰ σοῦ εἰς παλαίωσιν συντετέλεσται ἐξῆρται |
[2]For the Lord has turned aside the pride of Jacob, as the pride of Israel: for they have utterly rejected them, and have destroyed their branches. |
[2]ἀνέβη ἐμφυσῶν εἰς πρόσωπόν σου ἐξαιρούμενος ἐκ θλίψεως σκόπευσον ὁδόν κράτησον ὀσφύος ἄνδρισαι τῇ ἰσχύι σφόδρα |
[3]They have destroyed the arms of their power from among men, their mighty men sporting with fire: the reins of their chariots shall be destroyed in the day of his preparation, and the horsemen shall be thrown into confusion |
[3]διότι ἀπέστρεψεν κύριος τὴν ὕβριν ιακωβ καθὼς ὕβριν τοῦ ισραηλ διότι ἐκτινάσσοντες ἐξετίναξαν αὐτοὺς καὶ τὰ κλήματα αὐτῶν διέφθειραν |
[4]in the ways, and the chariots shall clash together, and shall be entangled in each other in the broad ways: their appearance is as lamps of fire, and as gleaming lightnings. |
[4]ὅπλα δυναστείας αὐτῶν ἐξ ἀνθρώπων ἄνδρας δυνατοὺς ἐμπαίζοντας ἐν πυρί αἱ ἡνίαι τῶν ἁρμάτων αὐτῶν ἐν ἡμέρᾳ ἑτοιμασίας αὐτοῦ καὶ οἱ ἱππεῖς θορυβηθήσονται |
[5]And their mighty men shall bethink themselves and flee by day; and they shall be weak as they go; and they shall hasten to her walls, and shall prepare their defences. |
[5]ἐν ταῖς ὁδοῖς καὶ συγχυθήσονται τὰ ἅρματα καὶ συμπλακήσονται ἐν ταῖς πλατείαις ἡ ὅρασις αὐτῶν ὡς λαμπάδες πυρὸς καὶ ὡς ἀστραπαὶ διατρέχουσαι |
[6]The gates of the cities have been opened, and the palaces have fallen into ruin, |
[6]καὶ μνησθήσονται οἱ μεγιστᾶνες αὐτῶν καὶ φεύξονται ἡμέρας καὶ ἀσθενήσουσιν ἐν τῇ πορείᾳ αὐτῶν καὶ σπεύσουσιν ἐπὶ τὰ τείχη καὶ ἑτοιμάσουσιν τὰς προφυλακὰς αὐτῶν |
[7]and the foundation has been exposed; and she has gone up, and her maid-servants were led away as doves moaning in their hearts. |
[7]πύλαι τῶν ποταμῶν διηνοίχθησαν καὶ τὰ βασίλεια διέπεσεν |
[8]And as for Nineve, her waters shall be as a pool of water: and they fled, and staid not, and there was none to look back. |
[8]καὶ ἡ ὑπόστασις ἀπεκαλύφθη καὶ αὕτη ἀνέβαινεν καὶ αἱ δοῦλαι αὐτῆς ἤγοντο καθὼς περιστεραὶ φθεγγόμεναι ἐν καρδίαις αὐτῶν |
[9]They plundered the silver, they plundered the gold, and there was no end of their adorning; they were loaded with it upon all their pleasant vessels. |
[9]καὶ νινευη ὡς κολυμβήθρα ὕδατος τὰ ὕδατα αὐτῆς καὶ αὐτοὶ φεύγοντες οὐκ ἔστησαν καὶ οὐκ ἦν ὁ ἐπιβλέπων |
[10]There is thrusting forth, and shaking, and tumult, and heart-breaking, and loosing of knees, and pangs on all loins; and the faces of all are as the blackening of a pot. |
[10]διήρπαζον τὸ ἀργύριον διήρπαζον τὸ χρυσίον καὶ οὐκ ἦν πέρας τοῦ κόσμου αὐτῆς βεβάρυνται ὑπὲρ πάντα τὰ σκεύη τὰ ἐπιθυμητὰ αὐτῆς |
[11]Where is the dwelling-place of the lions, and the pasture that belonged to the whelps? where did the lion go, that the lion's whelp should enter in there, and there was none to scare him away? |
[11]ἐκτιναγμὸς καὶ ἀνατιναγμὸς καὶ ἐκβρασμὸς καὶ καρδίας θραυσμὸς καὶ ὑπόλυσις γονάτων καὶ ὠδῖνες ἐπὶ πᾶσαν ὀσφύν καὶ τὸ πρόσωπον πάντων ὡς πρόσκαυμα χύτρας |
[12]The lion seized enough prey for his whelps, and strangled for his young lions, and filled his lair with prey, and his dwelling-place with spoil. |
[12]ποῦ ἐστιν τὸ κατοικητήριον τῶν λεόντων καὶ ἡ νομὴ ἡ οὖσα τοῖς σκύμνοις οὗ ἐπορεύθη λέων τοῦ εἰσελθεῖν ἐκεῖ σκύμνος λέοντος καὶ οὐκ ἦν ὁ ἐκφοβῶν |
[13]Behold, I am against thee, saith the Lord Almighty, and I will burn up thy multitude in the smoke, and the sword shall devour thy lions; and I will utterly destroy thy prey from off the land, and thy deeds shall no more at all be heard of. |
[13]λέων ἥρπασεν τὰ ἱκανὰ τοῖς σκύμνοις αὐτοῦ καὶ ἀπέπνιξεν τοῖς λέουσιν αὐτοῦ καὶ ἔπλησεν θήρας νοσσιὰν αὐτοῦ καὶ τὸ κατοικητήριον αὐτοῦ ἁρπαγῆς |
14[No verse] |
[14]ἰδοὺ ἐγὼ ἐπὶ σέ λέγει κύριος παντοκράτωρ καὶ ἐκκαύσω ἐν καπνῷ πλῆθός σου καὶ τοὺς λέοντάς σου καταφάγεται ῥομφαία καὶ ἐξολεθρεύσω ἐκ τῆς γῆς τὴν θήραν σου καὶ οὐ μὴ ἀκουσθῇ οὐκέτι τὰ ἔργα σου |