«
The Septuagint
LXX
The Book of Enoch (1917)
1Eno(Cha)
[1]καὶ ἐλάλησεν μαριαμ καὶ ααρων κατὰ μωυσῆ ἕνεκεν τῆς γυναικὸς τῆς αἰθιοπίσσης ἣν ἔλαβεν μωυσῆς ὅτι γυναῖκα αἰθιόπισσαν ἔλαβεν [No book]
[2]καὶ εἶπαν μὴ μωυσῇ μόνῳ λελάληκεν κύριος οὐχὶ καὶ ἡμῖν ἐλάλησεν καὶ ἤκουσεν κύριος [No book]
[3]καὶ ὁ ἄνθρωπος μωυσῆς πραῢς σφόδρα παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας ἐπὶ τῆς γῆς [No book]
[4]καὶ εἶπεν κύριος παραχρῆμα πρὸς μωυσῆν καὶ μαριαμ καὶ ααρων ἐξέλθατε ὑμεῖς οἱ τρεῖς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἐξῆλθον οἱ τρεῖς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου [No book]
[5]καὶ κατέβη κύριος ἐν στύλῳ νεφέλης καὶ ἔστη ἐπὶ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἐκλήθησαν ααρων καὶ μαριαμ καὶ ἐξήλθοσαν ἀμφότεροι [No book]
[6]καὶ εἶπεν πρὸς αὐτούς ἀκούσατε τῶν λόγων μου ἐὰν γένηται προφήτης ὑμῶν κυρίῳ ἐν ὁράματι αὐτῷ γνωσθήσομαι καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ [No book]
[7]οὐχ οὕτως ὁ θεράπων μου μωυσῆς ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός ἐστιν [No book]
[8]στόμα κατὰ στόμα λαλήσω αὐτῷ ἐν εἴδει καὶ οὐ δι αἰνιγμάτων καὶ τὴν δόξαν κυρίου εἶδεν καὶ διὰ τί οὐκ ἐφοβήθητε καταλαλῆσαι κατὰ τοῦ θεράποντός μου μωυσῆ [No book]
[9]καὶ ὀργὴ θυμοῦ κυρίου ἐπ αὐτοῖς καὶ ἀπῆλθεν [No book]
[10]καὶ ἡ νεφέλη ἀπέστη ἀπὸ τῆς σκηνῆς καὶ ἰδοὺ μαριαμ λεπρῶσα ὡσεὶ χιών καὶ ἐπέβλεψεν ααρων ἐπὶ μαριαμ καὶ ἰδοὺ λεπρῶσα [No book]
[11]καὶ εἶπεν ααρων πρὸς μωυσῆν δέομαι κύριε μὴ συνεπιθῇ ἡμῖν ἁμαρτίαν διότι ἠγνοήσαμεν καθότι ἡμάρτομεν [No book]
[12]μὴ γένηται ὡσεὶ ἴσον θανάτῳ ὡσεὶ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρὸς καὶ κατεσθίει τὸ ἥμισυ τῶν σαρκῶν αὐτῆς [No book]
[13]καὶ ἐβόησεν μωυσῆς πρὸς κύριον λέγων ὁ θεός δέομαί σου ἴασαι αὐτήν [No book]
[14]καὶ εἶπεν κύριος πρὸς μωυσῆν εἰ ὁ πατὴρ αὐτῆς πτύων ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς οὐκ ἐντραπήσεται ἑπτὰ ἡμέρας ἀφορισθήτω ἑπτὰ ἡμέρας ἔξω τῆς παρεμβολῆς καὶ μετὰ ταῦτα εἰσελεύσεται [No book]
[15]καὶ ἀφωρίσθη μαριαμ ἔξω τῆς παρεμβολῆς ἑπτὰ ἡμέρας καὶ ὁ λαὸς οὐκ ἐξῆρεν ἕως ἐκαθαρίσθη μαριαμ [No book]
[16]καὶ μετὰ ταῦτα ἐξῆρεν ὁ λαὸς ἐξ ασηρωθ καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ τοῦ φαραν [No book]
Legend
[Gg: Text found only in Greek Akhmim]]
[E: Text found only in Ethiopic]]
<Restored text>
[Interpolation or note]
(Editor's addition or note)
Source: sacred-texts.org
Translation: R. H. Charles, D. Litt., D.D. (1917)
Source: sacred-texts.com
Top