|
[1]καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν καὶ ααρων λέγων |
[No book] |
[2]ἄνθρωπος ἐχόμενος αὐτοῦ κατὰ τάγμα κατὰ σημέας κατ οἴκους πατριῶν αὐτῶν παρεμβαλέτωσαν οἱ υἱοὶ ισραηλ ἐναντίοι κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ ισραηλ |
[No book] |
[3]καὶ οἱ παρεμβάλλοντες πρῶτοι κατ ἀνατολὰς τάγμα παρεμβολῆς ιουδα σὺν δυνάμει αὐτῶν καὶ ὁ ἄρχων τῶν υἱῶν ιουδα ναασσων υἱὸς αμιναδαβ |
[No book] |
[4]δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι |
[No book] |
[5]καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς ισσαχαρ καὶ ὁ ἄρχων τῶν υἱῶν ισσαχαρ ναθαναηλ υἱὸς σωγαρ |
[No book] |
[6]δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι |
[No book] |
[7]καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς ζαβουλων καὶ ὁ ἄρχων τῶν υἱῶν ζαβουλων ελιαβ υἱὸς χαιλων |
[No book] |
[8]δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι |
[No book] |
[9]πάντες οἱ ἐπεσκεμμένοι ἐκ τῆς παρεμβολῆς ιουδα ἑκατὸν ὀγδοήκοντα χιλιάδες καὶ ἑξακισχίλιοι καὶ τετρακόσιοι σὺν δυνάμει αὐτῶν πρῶτοι ἐξαροῦσιν |
[No book] |
[10]τάγμα παρεμβολῆς ρουβην πρὸς λίβα σὺν δυνάμει αὐτῶν καὶ ὁ ἄρχων τῶν υἱῶν ρουβην ελισουρ υἱὸς σεδιουρ |
[No book] |
[11]δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι ἓξ καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι |
[No book] |
[12]καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς συμεων καὶ ὁ ἄρχων τῶν υἱῶν συμεων σαλαμιηλ υἱὸς σουρισαδαι |
[No book] |
[13]δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι ἐννέα καὶ πεντήκοντα χιλιάδες καὶ τριακόσιοι |
[No book] |
[14]καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς γαδ καὶ ὁ ἄρχων τῶν υἱῶν γαδ ελισαφ υἱὸς ραγουηλ |
[No book] |
[15]δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα |
[No book] |
[16]πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς ρουβην ἑκατὸν πεντήκοντα μία χιλιάδες καὶ τετρακόσιοι καὶ πεντήκοντα σὺν δυνάμει αὐτῶν δεύτεροι ἐξαροῦσιν |
[No book] |
[17]καὶ ἀρθήσεται ἡ σκηνὴ τοῦ μαρτυρίου καὶ ἡ παρεμβολὴ τῶν λευιτῶν μέσον τῶν παρεμβολῶν ὡς καὶ παρεμβάλλουσιν οὕτως καὶ ἐξαροῦσιν ἕκαστος ἐχόμενος καθ ἡγεμονίαν |
[No book] |
[18]τάγμα παρεμβολῆς εφραιμ παρὰ θάλασσαν σὺν δυνάμει αὐτῶν καὶ ὁ ἄρχων τῶν υἱῶν εφραιμ ελισαμα υἱὸς εμιουδ |
[No book] |
[19]δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι |
[No book] |
[20]καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς μανασση καὶ ὁ ἄρχων τῶν υἱῶν μανασση γαμαλιηλ υἱὸς φαδασσουρ |
[No book] |
[21]δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι δύο καὶ τριάκοντα χιλιάδες καὶ διακόσιοι |
[No book] |
[22]καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς βενιαμιν καὶ ὁ ἄρχων τῶν υἱῶν βενιαμιν αβιδαν υἱὸς γαδεωνι |
[No book] |
[23]δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι πέντε καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι |
[No book] |
[24]πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς εφραιμ ἑκατὸν χιλιάδες καὶ ὀκτακισχίλιοι καὶ ἑκατὸν σὺν δυνάμει αὐτῶν τρίτοι ἐξαροῦσιν |
[No book] |
[25]τάγμα παρεμβολῆς δαν πρὸς βορρᾶν σὺν δυνάμει αὐτῶν καὶ ὁ ἄρχων τῶν υἱῶν δαν αχιεζερ υἱὸς αμισαδαι |
[No book] |
[26]δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι δύο καὶ ἑξήκοντα χιλιάδες καὶ ἑπτακόσιοι |
[No book] |
[27]καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς ασηρ καὶ ὁ ἄρχων τῶν υἱῶν ασηρ φαγαιηλ υἱὸς εχραν |
[No book] |
[28]δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι μία καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι |
[No book] |
[29]καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς νεφθαλι καὶ ὁ ἄρχων τῶν υἱῶν νεφθαλι αχιρε υἱὸς αιναν |
[No book] |
[30]δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι |
[No book] |
[31]πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς δαν ἑκατὸν καὶ πεντήκοντα ἑπτὰ χιλιάδες καὶ ἑξακόσιοι ἔσχατοι ἐξαροῦσιν κατὰ τάγμα αὐτῶν |
[No book] |
[32]αὕτη ἡ ἐπίσκεψις τῶν υἱῶν ισραηλ κατ οἴκους πατριῶν αὐτῶν πᾶσα ἡ ἐπίσκεψις τῶν παρεμβολῶν σὺν ταῖς δυνάμεσιν αὐτῶν ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι πεντακόσιοι πεντήκοντα |
[No book] |
[33]οἱ δὲ λευῖται οὐ συνεπεσκέπησαν ἐν αὐτοῖς καθὰ ἐνετείλατο κύριος τῷ μωυσῇ |
[No book] |
[34]καὶ ἐποίησαν οἱ υἱοὶ ισραηλ πάντα ὅσα συνέταξεν κύριος τῷ μωυσῇ οὕτως παρενέβαλον κατὰ τάγμα αὐτῶν καὶ οὕτως ἐξῆρον ἕκαστος ἐχόμενοι κατὰ δήμους αὐτῶν κατ οἴκους πατριῶν αὐτῶν |
[No book] |