|
[1]καὶ ἰδὼν βαλααμ ὅτι καλόν ἐστιν ἔναντι κυρίου εὐλογεῖν τὸν ισραηλ οὐκ ἐπορεύθη κατὰ τὸ εἰωθὸς εἰς συνάντησιν τοῖς οἰωνοῖς καὶ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ εἰς τὴν ἔρημον |
[No book] |
[2]καὶ ἐξάρας βαλααμ τοὺς ὀφθαλμοὺς αὐτοῦ καθορᾷ τὸν ισραηλ ἐστρατοπεδευκότα κατὰ φυλάς καὶ ἐγένετο πνεῦμα θεοῦ ἐν αὐτῷ |
[No book] |
[3]καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν φησὶν βαλααμ υἱὸς βεωρ φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν |
[No book] |
[4]φησὶν ἀκούων λόγια θεοῦ ὅστις ὅρασιν θεοῦ εἶδεν ἐν ὕπνῳ ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ |
[No book] |
[5]ὡς καλοί σου οἱ οἶκοι ιακωβ αἱ σκηναί σου ισραηλ |
[No book] |
[6]ὡσεὶ νάπαι σκιάζουσαι καὶ ὡσεὶ παράδεισοι ἐπὶ ποταμῶν καὶ ὡσεὶ σκηναί ἃς ἔπηξεν κύριος ὡσεὶ κέδροι παρ ὕδατα |
[No book] |
[7]ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ καὶ κυριεύσει ἐθνῶν πολλῶν καὶ ὑψωθήσεται ἢ γωγ βασιλεία αὐτοῦ καὶ αὐξηθήσεται ἡ βασιλεία αὐτοῦ |
[No book] |
[8]θεὸς ὡδήγησεν αὐτὸν ἐξ αἰγύπτου ὡς δόξα μονοκέρωτος αὐτῷ ἔδεται ἔθνη ἐχθρῶν αὐτοῦ καὶ τὰ πάχη αὐτῶν ἐκμυελιεῖ καὶ ταῖς βολίσιν αὐτοῦ κατατοξεύσει ἐχθρόν |
[No book] |
[9]κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος τίς ἀναστήσει αὐτόν οἱ εὐλογοῦντές σε εὐλόγηνται καὶ οἱ καταρώμενοί σε κεκατήρανται |
[No book] |
[10]καὶ ἐθυμώθη βαλακ ἐπὶ βαλααμ καὶ συνεκρότησεν ταῖς χερσὶν αὐτοῦ καὶ εἶπεν βαλακ πρὸς βαλααμ καταρᾶσθαι τὸν ἐχθρόν μου κέκληκά σε καὶ ἰδοὺ εὐλογῶν εὐλόγησας τρίτον τοῦτο |
[No book] |
[11]νῦν οὖν φεῦγε εἰς τὸν τόπον σου εἶπα τιμήσω σε καὶ νῦν ἐστέρησέν σε κύριος τῆς δόξης |
[No book] |
[12]καὶ εἶπεν βαλααμ πρὸς βαλακ οὐχὶ καὶ τοῖς ἀγγέλοις σου οὓς ἀπέστειλας πρός με ἐλάλησα λέγων |
[No book] |
[13]ἐάν μοι δῷ βαλακ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου οὐ δυνήσομαι παραβῆναι τὸ ῥῆμα κυρίου ποιῆσαι αὐτὸ πονηρὸν ἢ καλὸν παρ ἐμαυτοῦ ὅσα ἐὰν εἴπῃ ὁ θεός ταῦτα ἐρῶ |
[No book] |
[14]καὶ νῦν ἰδοὺ ἀποτρέχω εἰς τὸν τόπον μου δεῦρο συμβουλεύσω σοι τί ποιήσει ὁ λαὸς οὗτος τὸν λαόν σου ἐπ ἐσχάτου τῶν ἡμερῶν |
[No book] |
[15]καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν φησὶν βαλααμ υἱὸς βεωρ φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν |
[No book] |
[16]ἀκούων λόγια θεοῦ ἐπιστάμενος ἐπιστήμην παρὰ ὑψίστου καὶ ὅρασιν θεοῦ ἰδὼν ἐν ὕπνῳ ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ |
[No book] |
[17]δείξω αὐτῷ καὶ οὐχὶ νῦν μακαρίζω καὶ οὐκ ἐγγίζει ἀνατελεῖ ἄστρον ἐξ ιακωβ καὶ ἀναστήσεται ἄνθρωπος ἐξ ισραηλ καὶ θραύσει τοὺς ἀρχηγοὺς μωαβ καὶ προνομεύσει πάντας υἱοὺς σηθ |
[No book] |
[18]καὶ ἔσται εδωμ κληρονομία καὶ ἔσται κληρονομία ησαυ ὁ ἐχθρὸς αὐτοῦ καὶ ισραηλ ἐποίησεν ἐν ἰσχύι |
[No book] |
[19]καὶ ἐξεγερθήσεται ἐξ ιακωβ καὶ ἀπολεῖ σῳζόμενον ἐκ πόλεως |
[No book] |
[20]καὶ ἰδὼν τὸν αμαληκ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν ἀρχὴ ἐθνῶν αμαληκ καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται |
[No book] |
[21]καὶ ἰδὼν τὸν καιναῖον καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν ἰσχυρὰ ἡ κατοικία σου καὶ ἐὰν θῇς ἐν πέτρᾳ τὴν νοσσιάν σου |
[No book] |
[22]καὶ ἐὰν γένηται τῷ βεωρ νεοσσιὰ πανουργίας ἀσσύριοί σε αἰχμαλωτεύσουσιν |
[No book] |
[23]καὶ ἰδὼν τὸν ωγ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν ὦ ὦ τίς ζήσεται ὅταν θῇ ταῦτα ὁ θεός |
[No book] |
[24]καὶ ἐξελεύσεται ἐκ χειρὸς κιτιαίων καὶ κακώσουσιν ασσουρ καὶ κακώσουσιν εβραίους καὶ αὐτοὶ ὁμοθυμαδὸν ἀπολοῦνται |
[No book] |
[25]καὶ ἀναστὰς βαλααμ ἀπῆλθεν ἀποστραφεὶς εἰς τὸν τόπον αὐτοῦ καὶ βαλακ ἀπῆλθεν πρὸς ἑαυτόν |
[No book] |