«
The Septuagint
LXX
The Septuagint (w/morphology)
LXX+
[1]καὶ ἰδὼν βαλααμ ὅτι καλόν ἐστιν ἔναντι κυρίου εὐλογεῖν τὸν ισραηλ οὐκ ἐπορεύθη κατὰ τὸ εἰωθὸς εἰς συνάντησιν τοῖς οἰωνοῖς καὶ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ εἰς τὴν ἔρημον [1]καίC ὁράωVB-AAPNSM *βαλααμN--NSM ὅτιC καλόςA1-ASN εἰμίV9-PAI3S ἔναντιP κύριοςN2-GSM εὐλογέωV2-PANRA-ASM *ἰσραήλN--ASM οὐD πορεύομαιVCI-API3S κατάPRA-ASN ἔθωVX-XAPASN εἰςP συνάντησιςN3I-ASFRA-DPM οἰωνόςN2-DPM καίC ἀποστρέφωVAI-AAI3SRA-ASN πρόσωπονN2N-ASN αὐτόςRD-GSM εἰςPRA-ASF ἔρημοςN2-ASF
[2]καὶ ἐξάρας βαλααμ τοὺς ὀφθαλμοὺς αὐτοῦ καθορᾷ τὸν ισραηλ ἐστρατοπεδευκότα κατὰ φυλάς καὶ ἐγένετο πνεῦμα θεοῦ ἐν αὐτῷ [2]καίC ἐκαἴρωVA-AAPNSM *βαλααμN--NSMRA-APM ὀφθαλμόςN2-APM αὐτόςRD-GSM καταὁράωV3-PAI3SRA-ASM *ἰσραήλN--ASM στρατοπεδεύωVX-XAPASM κατάP φυλήN1-APF καίC γίγνομαιVBI-AMI3S πνεῦμαN3M-NSN θεόςN2-GSM ἐνP αὐτόςRD-DSM
[3]καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν φησὶν βαλααμ υἱὸς βεωρ φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν [3]καίC ἀναλαμβάνωVB-AAPNSMRA-ASF παραβολήN1-ASF αὐτόςRD-GSM εἶπονVBI-AAI3S φημίV6-PAI3S *βαλααμN--NSM υἱόςN2-NSM *βεωρN--GSM φημίV6-PAI3SRA-NSM ἄνθρωποςN2-NSMRA-NSM ἀληθινῶςD ὁράωV3-PAPNSM
[4]φησὶν ἀκούων λόγια θεοῦ ὅστις ὅρασιν θεοῦ εἶδεν ἐν ὕπνῳ ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ [4]φημίV6-PAI3S ἀκούωV1-PAPNSM λόγιονN2N-APN θεόςN2-GSM ὅστιςRX-NSM ὅρασιςN3I-ASF θεόςN2-GSM ὁράωVBI-AAI3S ἐνP ὕπνοςN2-DSM ἀποκαλύπτωVM-XMPNPMRA-NPM ὀφθαλμόςN2-NPM αὐτόςRD-GSM
[5]ὡς καλοί σου οἱ οἶκοι ιακωβ αἱ σκηναί σου ισραηλ [5]ὡςC καλόςA1-NPM σύRP-GSRA-NPM οἶκοςN2-NPM *ἰακώβN--VSMRA-NPF σκηνήN1-NPF σύRP-GS *ἰσραήλN--VSM
[6]ὡσεὶ νάπαι σκιάζουσαι καὶ ὡσεὶ παράδεισοι ἐπὶ ποταμῶν καὶ ὡσεὶ σκηναί ἃς ἔπηξεν κύριος ὡσεὶ κέδροι παρ ὕδατα [6]ὡσείD νάπηN1-NPF σκιάζωV1-PAPNPF καίC ὡσείD παράδεισοςN2-NPM ἐπίP ποταμόςN2-GPM καίC ὡσείD σκηνήN1-NPF ὅςRR-APF πήγνυμιVAI-AAI3S κύριοςN2-NSM ὡσείD κέδροςN2-NPF παράP ὕδωρN3T-APN
[7]ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ καὶ κυριεύσει ἐθνῶν πολλῶν καὶ ὑψωθήσεται ἢ γωγ βασιλεία αὐτοῦ καὶ αὐξηθήσεται ἡ βασιλεία αὐτοῦ [7]ἐκἔρχομαιVF-FMI3S ἄνθρωποςN2-NSM ἐκPRA-GSN σπέρμαN3M-GSN αὐτόςRD-GSM καίC κυριεύωVF-FAI3S ἔθνοςN3E-GPN πολύςA1-GPM καίC ὑψόωVC-FPI3SC *γωγN--AS βασιλείαN1A-NSF αὐτόςRD-GSM καίC αὐξάνωVC-FPI3SRA-NSF βασιλείαN1A-NSF αὐτόςRD-GSM
[8]θεὸς ὡδήγησεν αὐτὸν ἐξ αἰγύπτου ὡς δόξα μονοκέρωτος αὐτῷ ἔδεται ἔθνη ἐχθρῶν αὐτοῦ καὶ τὰ πάχη αὐτῶν ἐκμυελιεῖ καὶ ταῖς βολίσιν αὐτοῦ κατατοξεύσει ἐχθρόν [8]θεόςN2-NSM ὁδηγέωVAI-AAI3S αὐτόςRD-ASM ἐκP *αἴγυπτοςN2-GSF ὡςC δόξαN1S-NSF μονόκερωςN3T-GSM αὐτόςRD-DSM ἐσθίωVF-FMI3S ἔθνοςN3E-APN ἐχθρόςN2-GPM αὐτόςRD-GSM καίCRA-APN πάχοςN3-APN αὐτόςRD-GPM ἐκμυελίζωVF2-FAI3S καίCRA-DPF βολίςN3D-DPF αὐτόςRD-GSM κατατοξεύωVF-FAI3S ἐχθρόςN2-ASM
[9]κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος τίς ἀναστήσει αὐτόν οἱ εὐλογοῦντές σε εὐλόγηνται καὶ οἱ καταρώμενοί σε κεκατήρανται [9]κατακλίνωVC-APPNSM ἀναπαύωVAI-AMI3S ὡςC λέωνN3W-NSM καίC ὡςC σκύμνοςN2-NSM τίςRI-NSM ἀναἵστημιVF-FAI3S αὐτόςRD-ASMRA-NPM εὐλογέωV2-PAPNPM σύRP-AS εὐλογέωVM-XMI3P καίCRA-NPM καταἀράομαιV3-PMPNPM σύRP-AS καταἀράομαιVM-XMI3P
[10]καὶ ἐθυμώθη βαλακ ἐπὶ βαλααμ καὶ συνεκρότησεν ταῖς χερσὶν αὐτοῦ καὶ εἶπεν βαλακ πρὸς βαλααμ καταρᾶσθαι τὸν ἐχθρόν μου κέκληκά σε καὶ ἰδοὺ εὐλογῶν εὐλόγησας τρίτον τοῦτο [10]καίC θυμόωVCI-API3S *βαλακN--NSM ἐπίP *βαλααμN--DSM καίC συνκροτέωVAI-AAI3SRA-DPF χείρN3-DPF αὐτόςRD-GSM καίC εἶπονVBI-AAI3S *βαλακN--NSM πρόςP *βαλααμN--ASM καταἀράομαιVS-APNRA-ASM ἐχθρόςN2-ASM ἐγώRP-GS καλέωVX-XAI1S σύRP-AS καίC ἰδούI εὐλογέωV2-PAPNSM εὐλογέωVA-AAI2S τρίτοςA1-ASN οὗτοςRD-ASN
[11]νῦν οὖν φεῦγε εἰς τὸν τόπον σου εἶπα τιμήσω σε καὶ νῦν ἐστέρησέν σε κύριος τῆς δόξης [11]νῦνD οὖνX φεύγωV1-PAD2S εἰςPRA-ASM τόποςN2-ASM σύRP-GS εἶπονVAI-AAI1S τιμάωVF-FAI1S σύRP-AS καίC νῦνD στερέωVAI-AAI3S σύRP-AS κύριοςN2-NSMRA-GSF δόξαN1S-GSF
[12]καὶ εἶπεν βαλααμ πρὸς βαλακ οὐχὶ καὶ τοῖς ἀγγέλοις σου οὓς ἀπέστειλας πρός με ἐλάλησα λέγων [12]καίC εἶπονVBI-AAI3S *βαλααμN--NSM πρόςP *βαλακN--ASM οὐD καίCRA-DPM ἄγγελοςN2-DPM σύRP-GS ὅςRR-APM ἀποστέλλωVAI-AAI2S πρόςP ἐγώRP-AS λαλέωVAI-AAI1S λέγωV1-PAPNSM
[13]ἐάν μοι δῷ βαλακ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου οὐ δυνήσομαι παραβῆναι τὸ ῥῆμα κυρίου ποιῆσαι αὐτὸ πονηρὸν ἢ καλὸν παρ ἐμαυτοῦ ὅσα ἐὰν εἴπῃ ὁ θεός ταῦτα ἐρῶ [13]ἐάνC ἐγώRP-DS δίδωμιVO-AAS3S *βαλακN--NSM πλήρηςA3H-APNRA-ASM οἶκοςN2-ASM αὐτόςRD-GSM ἀργύριονN2N-GSN καίC χρυσίονN2N-GSN οὐD δύναμαιVF-FMI1S παραβαίνωVZ-AANRA-ASN ῥῆμαN3M-ASN κύριοςN2-GSM ποιέωVA-AAN αὐτόςRD-ASN πονηρόςA1A-ASNC καλόςA1-ASN παράP ἐμαυτοῦRD-GSM ὅσοςA1-APN ἐάνC εἶπονVB-AAS3SRA-NSM θεόςN2-NSM οὗτοςRD-APN εἶπονVF2-FAI1S
[14]καὶ νῦν ἰδοὺ ἀποτρέχω εἰς τὸν τόπον μου δεῦρο συμβουλεύσω σοι τί ποιήσει ὁ λαὸς οὗτος τὸν λαόν σου ἐπ ἐσχάτου τῶν ἡμερῶν [14]καίC νῦνD ἰδούI ἀποτρέχωV1-PAI1S εἰςPRA-ASM τόποςN2-ASM ἐγώRP-GS δεῦροD συνβουλεύωVF-FAI1S σύRP-DS τίςRI-ASN ποιέωVF-FAI3SRA-NSM λαόςN2-NSM οὗτοςRD-NSMRA-ASM λαόςN2-ASM σύRP-GS ἐπίP ἔσχατοA1-GSNRA-GPF ἡμέραN1A-GPF
[15]καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν φησὶν βαλααμ υἱὸς βεωρ φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν [15]καίC ἀναλαμβάνωVB-AAPNSMRA-ASF παραβολήN1-ASF αὐτόςRD-GSM εἶπονVBI-AAI3S φημίV6-PAI3S *βαλααμN--NSM υἱόςN2-NSM *βεωρN--GSM φημίV6-PAI3SRA-NSM ἄνθρωποςN2-NSMRA-NSM ἀληθινῶςD ὁράωV3-PAPNSM
[16]ἀκούων λόγια θεοῦ ἐπιστάμενος ἐπιστήμην παρὰ ὑψίστου καὶ ὅρασιν θεοῦ ἰδὼν ἐν ὕπνῳ ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ [16]ἀκούωV1-PAPNSM λόγιονN2N-APN θεόςN2-GSM ἐπίσταμαιV6-PMPNSM ἐπιστήμηN1-ASF παράP ὕψιστοςA1-GSM καίC ὅρασιςN3I-ASF θεόςN2-GSM ὁράωVB-AAPNSM ἐνP ὕπνοςN2-DSM ἀποκαλύπτωVM-XMPNPMRA-NPM ὀφθαλμόςN2-NPM αὐτόςRD-GSM
[17]δείξω αὐτῷ καὶ οὐχὶ νῦν μακαρίζω καὶ οὐκ ἐγγίζει ἀνατελεῖ ἄστρον ἐξ ιακωβ καὶ ἀναστήσεται ἄνθρωπος ἐξ ισραηλ καὶ θραύσει τοὺς ἀρχηγοὺς μωαβ καὶ προνομεύσει πάντας υἱοὺς σηθ [17]δεικνύωVF-FAI1S αὐτόςRD-DSM καίC οὐD νῦνD μακαρίζωV1-PAI1S καίC οὐD ἐγγίζωV1-PAI3S ἀνατέλλωVF2-FAI3S ἄστρονN2N-ASN ἐκP *ἰακώβN--GSM καίC ἀναἵστημιVF-FMI3S ἄνθρωποςN2-NSM ἐκP *ἰσραήλN--GSM καίC θραύωVF-FAI3SRA-APM ἀρχηγόςN2-APM *μωαβN--GSM καίC προνομεύωVF-FAI3S πᾶςA3-APM υἱόςN2-APM *σηθN--GSM
[18]καὶ ἔσται εδωμ κληρονομία καὶ ἔσται κληρονομία ησαυ ὁ ἐχθρὸς αὐτοῦ καὶ ισραηλ ἐποίησεν ἐν ἰσχύι [18]καίC εἰμίVF-FMI3S *εδωμN--NS κληρονομίαN1A-NSF καίC εἰμίVF-FMI3S κληρονομίαN1A-NSF *ησαυN--NSMRA-NSM ἐχθρόςN2-NSM αὐτόςRD-GSM καίC *ἰσραήλN--NSM ποιέωVAI-AAI3S ἐνP ἰσχύςN3U-DSF
[19]καὶ ἐξεγερθήσεται ἐξ ιακωβ καὶ ἀπολεῖ σῳζόμενον ἐκ πόλεως [19]καίC ἐκἐγείρωVC-FPI3S ἐκP *ἰακώβN--GSM καίC ἀποὀλλύωVF2-FAI3S σώζωV1-PMPASM ἐκP πόλιςN3I-GSF
[20]καὶ ἰδὼν τὸν αμαληκ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν ἀρχὴ ἐθνῶν αμαληκ καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται [20]καίC ὁράωVB-AAPNSMRA-ASM *αμαληκN--ASM καίC ἀναλαμβάνωVB-AAPNSMRA-ASF παραβολήN1-ASF αὐτόςRD-GSM εἶπονVBI-AAI3S ἀρχήN1-NSF ἔθνοςN3E-GPN *αμαληκN--NSM καίCRA-ASN σπέρμαN3M-NSN αὐτόςRD-GPM ἀποὀλλύωVF2-FMI3S
[21]καὶ ἰδὼν τὸν καιναῖον καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν ἰσχυρὰ ἡ κατοικία σου καὶ ἐὰν θῇς ἐν πέτρᾳ τὴν νοσσιάν σου [21]καίC ὁράωVB-AAPNSMRA-ASM *καιναῖονN--ASM καίC ἀναλαμβάνωVB-AAPNSMRA-ASF παραβολήN1-ASF αὐτόςRD-GSM εἶπονVBI-AAI3S ἰσχυρόςA1A-APNRA-NSF κατοικίαN1A-NSF σύRP-GS καίC ἐάνC τίθημιVE-AAS2S ἐνP πέτραN1A-DSFRA-ASF νοσσιάN1A-ASF σύRP-GS
[22]καὶ ἐὰν γένηται τῷ βεωρ νεοσσιὰ πανουργίας ἀσσύριοί σε αἰχμαλωτεύσουσιν [22]καίC ἐάνC γίγνομαιVB-AMS3SRA-DSM *βεωρN--DSM νοσσιάN1A-NSF πανουργίαN1A-GSF *ἀσσύριοςN2-NPM σύRP-AS αἰχμαλωτεύωVF-FAI3S
[23]καὶ ἰδὼν τὸν ωγ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν ὦ ὦ τίς ζήσεται ὅταν θῇ ταῦτα ὁ θεός [23]καίC ὁράωVB-AAPNSMRA-ASM *ωγN--ASM καίC ἀναλαμβάνωVB-AAPNSMRA-ASF παραβολήN1-ASF αὐτόςRD-GSM εἶπονVBI-AAI3SII τίςRI-NSM ζάωVF-FMI3S ὅτανD τίθημιVE-AAS3S οὗτοςRD-APNRA-NSM θεόςN2-NSM
[24]καὶ ἐξελεύσεται ἐκ χειρὸς κιτιαίων καὶ κακώσουσιν ασσουρ καὶ κακώσουσιν εβραίους καὶ αὐτοὶ ὁμοθυμαδὸν ἀπολοῦνται [24]καίC ἐκἔρχομαιVF-FMI3S ἐκP χείρN3-GSF *κιτιαῖοιN2-GPM καίC κακόωVF-FAI3P *ασσουρN--AS καίC κακόωVF-FAI3P *εβραῖοςN2-APM καίC αὐτόςRD-NPM ὁμοθυμαδόνD ἀποὀλλύωVF2-FMI3P
[25]καὶ ἀναστὰς βαλααμ ἀπῆλθεν ἀποστραφεὶς εἰς τὸν τόπον αὐτοῦ καὶ βαλακ ἀπῆλθεν πρὸς ἑαυτόν [25]καίC ἀναἵστημιVH-AAPNSM *βαλααμN--NSM ἀποἔρχομαιVBI-AAI3S ἀποστρέφωVD-APPNSM εἰςPRA-ASM τόποςN2-ASM αὐτόςRD-GSM καίC *βαλακN--NSM ἀποἔρχομαιVBI-AAI3S πρόςP ἑαυτοῦRD-ASM
Source: sacred-texts.org
Source: unboundbible.org
Top