«
Byzantine GNT Majority Text (2000)
Byz
The Septuagint
LXX
   
Obadiah
Oba
1
   
[No book] [1]ὅρασις αβδιου τάδε λέγει κύριος ὁ θεὸς τῇ ιδουμαίᾳ ἀκοὴν ἤκουσα παρὰ κυρίου καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν ἀνάστητε καὶ ἐξαναστῶμεν ἐπ αὐτὴν εἰς πόλεμον
[No book] [2]ἰδοὺ ὀλιγοστὸν δέδωκά σε ἐν τοῖς ἔθνεσιν ἠτιμωμένος σὺ εἶ σφόδρα
[No book] [3]ὑπερηφανία τῆς καρδίας σου ἐπῆρέν σε κατασκηνοῦντα ἐν ταῖς ὀπαῖς τῶν πετρῶν ὑψῶν κατοικίαν αὐτοῦ λέγων ἐν καρδίᾳ αὐτοῦ τίς με κατάξει ἐπὶ τὴν γῆν
[No book] [4]ἐὰν μετεωρισθῇς ὡς ἀετὸς καὶ ἐὰν ἀνὰ μέσον τῶν ἄστρων θῇς νοσσιάν σου ἐκεῖθεν κατάξω σε λέγει κύριος
[No book] [5]εἰ κλέπται εἰσῆλθον πρὸς σὲ ἢ λῃσταὶ νυκτός ποῦ ἂν ἀπερρίφης οὐκ ἂν ἔκλεψαν τὰ ἱκανὰ ἑαυτοῖς καὶ εἰ τρυγηταὶ εἰσῆλθον πρὸς σέ οὐκ ἂν ὑπελίποντο ἐπιφυλλίδα
[No book] [6]πῶς ἐξηρευνήθη ησαυ καὶ κατελήμφθη αὐτοῦ τὰ κεκρυμμένα
[No book] [7]ἕως τῶν ὁρίων σου ἐξαπέστειλάν σε πάντες οἱ ἄνδρες τῆς διαθήκης σου ἀντέστησάν σοι ἠδυνάσθησαν πρὸς σὲ ἄνδρες εἰρηνικοί σου ἔθηκαν ἔνεδρα ὑποκάτω σου οὐκ ἔστιν σύνεσις αὐτοῖς
[No book] [8]ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγει κύριος ἀπολῶ σοφοὺς ἐκ τῆς ιδουμαίας καὶ σύνεσιν ἐξ ὄρους ησαυ
[No book] [9]καὶ πτοηθήσονται οἱ μαχηταί σου οἱ ἐκ θαιμαν ὅπως ἐξαρθῇ ἄνθρωπος ἐξ ὄρους ησαυ
[No book] [10]διὰ τὴν σφαγὴν καὶ τὴν ἀσέβειαν τὴν εἰς τὸν ἀδελφόν σου ιακωβ καὶ καλύψει σε αἰσχύνη καὶ ἐξαρθήσῃ εἰς τὸν αἰῶνα
[No book] [11]ἀφ ἧς ἡμέρας ἀντέστης ἐξ ἐναντίας ἐν ἡμέρᾳ αἰχμαλωτευόντων ἀλλογενῶν δύναμιν αὐτοῦ καὶ ἀλλότριοι εἰσῆλθον εἰς πύλας αὐτοῦ καὶ ἐπὶ ιερουσαλημ ἔβαλον κλήρους καὶ σὺ ἦς ὡς εἷς ἐξ αὐτῶν
[No book] [12]καὶ μὴ ἐπίδῃς ἡμέραν ἀδελφοῦ σου ἐν ἡμέρᾳ ἀλλοτρίων καὶ μὴ ἐπιχαρῇς ἐπὶ τοὺς υἱοὺς ιουδα ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν καὶ μὴ μεγαλορρημονήσῃς ἐν ἡμέρᾳ θλίψεως
[No book] [13]μηδὲ εἰσέλθῃς εἰς πύλας λαῶν ἐν ἡμέρᾳ πόνων αὐτῶν μηδὲ ἐπίδῃς καὶ σὺ τὴν συναγωγὴν αὐτῶν ἐν ἡμέρᾳ ὀλέθρου αὐτῶν μηδὲ συνεπιθῇ ἐπὶ τὴν δύναμιν αὐτῶν ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν
[No book] [14]μηδὲ ἐπιστῇς ἐπὶ τὰς διεκβολὰς αὐτῶν τοῦ ἐξολεθρεῦσαι τοὺς ἀνασῳζομένους αὐτῶν μηδὲ συγκλείσῃς τοὺς φεύγοντας ἐξ αὐτῶν ἐν ἡμέρᾳ θλίψεως
[No book] [15]διότι ἐγγὺς ἡμέρα κυρίου ἐπὶ πάντα τὰ ἔθνη ὃν τρόπον ἐποίησας οὕτως ἔσται σοι τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου
[No book] [16]διότι ὃν τρόπον ἔπιες ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου πίονται πάντα τὰ ἔθνη οἶνον πίονται καὶ καταβήσονται καὶ ἔσονται καθὼς οὐχ ὑπάρχοντες
[No book] [17]ἐν δὲ τῷ ὄρει σιων ἔσται ἡ σωτηρία καὶ ἔσται ἅγιον καὶ κατακληρονομήσουσιν ὁ οἶκος ιακωβ τοὺς κατακληρονομήσαντας αὐτούς
[No book] [18]καὶ ἔσται ὁ οἶκος ιακωβ πῦρ ὁ δὲ οἶκος ιωσηφ φλόξ ὁ δὲ οἶκος ησαυ εἰς καλάμην καὶ ἐκκαυθήσονται εἰς αὐτοὺς καὶ καταφάγονται αὐτούς καὶ οὐκ ἔσται πυροφόρος ἐν τῷ οἴκῳ ησαυ διότι κύριος ἐλάλησεν
[No book] [19]καὶ κατακληρονομήσουσιν οἱ ἐν ναγεβ τὸ ὄρος τὸ ησαυ καὶ οἱ ἐν τῇ σεφηλα τοὺς ἀλλοφύλους καὶ κατακληρονομήσουσιν τὸ ὄρος εφραιμ καὶ τὸ πεδίον σαμαρείας καὶ βενιαμιν καὶ τὴν γαλααδῖτιν
[No book] [20]καὶ τῆς μετοικεσίας ἡ ἀρχὴ αὕτη τοῖς υἱοῖς ισραηλ γῆ τῶν χαναναίων ἕως σαρεπτων καὶ ἡ μετοικεσία ιερουσαλημ ἕως εφραθα καὶ κληρονομήσουσιν τὰς πόλεις τοῦ ναγεβ
[No book] [21]καὶ ἀναβήσονται ἄνδρες σεσῳσμένοι ἐξ ὄρους σιων τοῦ ἐκδικῆσαι τὸ ὄρος ησαυ καὶ ἔσται τῷ κυρίῳ ἡ βασιλεία
Author: Maurice A. Robinson, William G. Pierpont
Source: unboundbible.org

See information...
Source: sacred-texts.org
Top