«
The Geneva Bible (1560)
Geneva
The Septuagint
LXX
   
Obadiah
Oba
1
   
[1]The vision of Obadiah. Thus saith the Lord God against Edom, We have heard a rumor from the Lord, and an ambassador is sent among the heathen: arise, and let us rise up against her to battle. [1]ὅρασις αβδιου τάδε λέγει κύριος ὁ θεὸς τῇ ιδουμαίᾳ ἀκοὴν ἤκουσα παρὰ κυρίου καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν ἀνάστητε καὶ ἐξαναστῶμεν ἐπ αὐτὴν εἰς πόλεμον
[2]Behold, I have made thee small among the heathen: thou art utterly despised. [2]ἰδοὺ ὀλιγοστὸν δέδωκά σε ἐν τοῖς ἔθνεσιν ἠτιμωμένος σὺ εἶ σφόδρα
[3]The pride of thine heart hath deceived thee: thou that dwellest in the clefts of the rocks, whose habitation is high, that saith in his heart, Who shall bring me down to the ground? [3]ὑπερηφανία τῆς καρδίας σου ἐπῆρέν σε κατασκηνοῦντα ἐν ταῖς ὀπαῖς τῶν πετρῶν ὑψῶν κατοικίαν αὐτοῦ λέγων ἐν καρδίᾳ αὐτοῦ τίς με κατάξει ἐπὶ τὴν γῆν
[4]Yea though thou exalt thyself as the eagle, and make thy nest among the stars, thence will I bring thee down, saith the Lord. [4]ἐὰν μετεωρισθῇς ὡς ἀετὸς καὶ ἐὰν ἀνὰ μέσον τῶν ἄστρων θῇς νοσσιάν σου ἐκεῖθεν κατάξω σε λέγει κύριος
[5]Came thieves to thee or robbers by night? How wast thou brought to silence? Would they not have stolen, till they had enough? If the grape gatherers came to thee, would they not leave some grapes? [5]εἰ κλέπται εἰσῆλθον πρὸς σὲ ἢ λῃσταὶ νυκτός ποῦ ἂν ἀπερρίφης οὐκ ἂν ἔκλεψαν τὰ ἱκανὰ ἑαυτοῖς καὶ εἰ τρυγηταὶ εἰσῆλθον πρὸς σέ οὐκ ἂν ὑπελίποντο ἐπιφυλλίδα
[6]How are the things of Esau sought up, and his treasures searched? [6]πῶς ἐξηρευνήθη ησαυ καὶ κατελήμφθη αὐτοῦ τὰ κεκρυμμένα
[7]All the men of thy confederacy have driven thee to the borders: the men that were at peace with thee, have deceived thee, and prevailed against thee: they that eat thy bread, have laid a wound under thee: there is none understanding in him. [7]ἕως τῶν ὁρίων σου ἐξαπέστειλάν σε πάντες οἱ ἄνδρες τῆς διαθήκης σου ἀντέστησάν σοι ἠδυνάσθησαν πρὸς σὲ ἄνδρες εἰρηνικοί σου ἔθηκαν ἔνεδρα ὑποκάτω σου οὐκ ἔστιν σύνεσις αὐτοῖς
[8]Shall not I in that day, saith the Lord, even destroy the wise men out of Edom, and understanding from the mount of Esau? [8]ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγει κύριος ἀπολῶ σοφοὺς ἐκ τῆς ιδουμαίας καὶ σύνεσιν ἐξ ὄρους ησαυ
[9]And thy strong men, O Teman, shall be afraid, because everyone of the mount of Esau shall be cut off by slaughter. [9]καὶ πτοηθήσονται οἱ μαχηταί σου οἱ ἐκ θαιμαν ὅπως ἐξαρθῇ ἄνθρωπος ἐξ ὄρους ησαυ
[10]For thy cruelty against thy brother Jacob, shame shall cover thee, and thou shalt be cut off forever. [10]διὰ τὴν σφαγὴν καὶ τὴν ἀσέβειαν τὴν εἰς τὸν ἀδελφόν σου ιακωβ καὶ καλύψει σε αἰσχύνη καὶ ἐξαρθήσῃ εἰς τὸν αἰῶνα
[11]When thou stoodest on the other side, in the day that the strangers carried away his substance, and strangers entered into his gates, and cast lots upon Jerusalem, even thou wast as one of them. [11]ἀφ ἧς ἡμέρας ἀντέστης ἐξ ἐναντίας ἐν ἡμέρᾳ αἰχμαλωτευόντων ἀλλογενῶν δύναμιν αὐτοῦ καὶ ἀλλότριοι εἰσῆλθον εἰς πύλας αὐτοῦ καὶ ἐπὶ ιερουσαλημ ἔβαλον κλήρους καὶ σὺ ἦς ὡς εἷς ἐξ αὐτῶν
[12]But thou shouldest not have beholden the day of thy brother, in the day that he was made a stranger, neither shouldest thou have rejoiced over the children of Judah, in the day of their destruction: thou shouldest not have spoken proudly in the day of affliction. [12]καὶ μὴ ἐπίδῃς ἡμέραν ἀδελφοῦ σου ἐν ἡμέρᾳ ἀλλοτρίων καὶ μὴ ἐπιχαρῇς ἐπὶ τοὺς υἱοὺς ιουδα ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν καὶ μὴ μεγαλορρημονήσῃς ἐν ἡμέρᾳ θλίψεως
[13]Thou shouldest not have entered into the gate of my people, in the day of their destruction, neither shouldest thou have once looked on their affliction in the day of their destruction, nor have laid hands on their substance in the day of their destruction. [13]μηδὲ εἰσέλθῃς εἰς πύλας λαῶν ἐν ἡμέρᾳ πόνων αὐτῶν μηδὲ ἐπίδῃς καὶ σὺ τὴν συναγωγὴν αὐτῶν ἐν ἡμέρᾳ ὀλέθρου αὐτῶν μηδὲ συνεπιθῇ ἐπὶ τὴν δύναμιν αὐτῶν ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν
[14]Neither shouldest thou have stood in the crossway to cut off them, that should escape, neither shouldest thou have shut up the remnant thereof in the day of affliction. [14]μηδὲ ἐπιστῇς ἐπὶ τὰς διεκβολὰς αὐτῶν τοῦ ἐξολεθρεῦσαι τοὺς ἀνασῳζομένους αὐτῶν μηδὲ συγκλείσῃς τοὺς φεύγοντας ἐξ αὐτῶν ἐν ἡμέρᾳ θλίψεως
[15]For the day of the Lord is near, upon all the heathen: as thou hast done, it shall be done to thee: thy reward shall return upon thine head. [15]διότι ἐγγὺς ἡμέρα κυρίου ἐπὶ πάντα τὰ ἔθνη ὃν τρόπον ἐποίησας οὕτως ἔσται σοι τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου
[16]For as ye have drunk upon mine holy mountain, so shall all the heathen drink continually: yea, they shall drink and swallow up, and they shall be as though they had not been. [16]διότι ὃν τρόπον ἔπιες ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου πίονται πάντα τὰ ἔθνη οἶνον πίονται καὶ καταβήσονται καὶ ἔσονται καθὼς οὐχ ὑπάρχοντες
[17]But upon mount Zion shall be deliverance, and it shall be holy, and the house of Jacob shall possess their possessions, [17]ἐν δὲ τῷ ὄρει σιων ἔσται ἡ σωτηρία καὶ ἔσται ἅγιον καὶ κατακληρονομήσουσιν ὁ οἶκος ιακωβ τοὺς κατακληρονομήσαντας αὐτούς
[18]And the house of Jacob shall be a fire, and the house of Joseph a flame, and the house of Esau as stubble, and they shall kindle in them and devour them: and there shall be no remnant of the house of Esau for the Lord hath spoken it. [18]καὶ ἔσται ὁ οἶκος ιακωβ πῦρ ὁ δὲ οἶκος ιωσηφ φλόξ ὁ δὲ οἶκος ησαυ εἰς καλάμην καὶ ἐκκαυθήσονται εἰς αὐτοὺς καὶ καταφάγονται αὐτούς καὶ οὐκ ἔσται πυροφόρος ἐν τῷ οἴκῳ ησαυ διότι κύριος ἐλάλησεν
[19]And they shall possess the south side of the mount of Esau, and the plain of the Philistines: and they shall possess the fields of Ephraim, and the fields of Samaria, and Benjamin shall have Gilead. [19]καὶ κατακληρονομήσουσιν οἱ ἐν ναγεβ τὸ ὄρος τὸ ησαυ καὶ οἱ ἐν τῇ σεφηλα τοὺς ἀλλοφύλους καὶ κατακληρονομήσουσιν τὸ ὄρος εφραιμ καὶ τὸ πεδίον σαμαρείας καὶ βενιαμιν καὶ τὴν γαλααδῖτιν
[20]And the captivity of this host of the children of Israel, which were among the Canaanites, shall possess unto Zarephath, and the captivity of Jerusalem, which is in Sepharad, shall possess the cities of the south. [20]καὶ τῆς μετοικεσίας ἡ ἀρχὴ αὕτη τοῖς υἱοῖς ισραηλ γῆ τῶν χαναναίων ἕως σαρεπτων καὶ ἡ μετοικεσία ιερουσαλημ ἕως εφραθα καὶ κληρονομήσουσιν τὰς πόλεις τοῦ ναγεβ
[21]And they that shall save, shall come up to mount Zion to judge the mount of Esau, and the kingdom shall be the Lord's. [21]καὶ ἀναβήσονται ἄνδρες σεσῳσμένοι ἐξ ὄρους σιων τοῦ ἐκδικῆσαι τὸ ὄρος ησαυ καὶ ἔσται τῷ κυρίῳ ἡ βασιλεία
Source: archive.org
Source: sacred-texts.org
Top