|
[1]ὅρασις αβδιου τάδε λέγει κύριος ὁ θεὸς τῇ ιδουμαίᾳ ἀκοὴν ἤκουσα παρὰ κυρίου καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν ἀνάστητε καὶ ἐξαναστῶμεν ἐπ αὐτὴν εἰς πόλεμον |
[No book] |
[2]ἰδοὺ ὀλιγοστὸν δέδωκά σε ἐν τοῖς ἔθνεσιν ἠτιμωμένος σὺ εἶ σφόδρα |
[No book] |
[3]ὑπερηφανία τῆς καρδίας σου ἐπῆρέν σε κατασκηνοῦντα ἐν ταῖς ὀπαῖς τῶν πετρῶν ὑψῶν κατοικίαν αὐτοῦ λέγων ἐν καρδίᾳ αὐτοῦ τίς με κατάξει ἐπὶ τὴν γῆν |
[No book] |
[4]ἐὰν μετεωρισθῇς ὡς ἀετὸς καὶ ἐὰν ἀνὰ μέσον τῶν ἄστρων θῇς νοσσιάν σου ἐκεῖθεν κατάξω σε λέγει κύριος |
[No book] |
[5]εἰ κλέπται εἰσῆλθον πρὸς σὲ ἢ λῃσταὶ νυκτός ποῦ ἂν ἀπερρίφης οὐκ ἂν ἔκλεψαν τὰ ἱκανὰ ἑαυτοῖς καὶ εἰ τρυγηταὶ εἰσῆλθον πρὸς σέ οὐκ ἂν ὑπελίποντο ἐπιφυλλίδα |
[No book] |
[6]πῶς ἐξηρευνήθη ησαυ καὶ κατελήμφθη αὐτοῦ τὰ κεκρυμμένα |
[No book] |
[7]ἕως τῶν ὁρίων σου ἐξαπέστειλάν σε πάντες οἱ ἄνδρες τῆς διαθήκης σου ἀντέστησάν σοι ἠδυνάσθησαν πρὸς σὲ ἄνδρες εἰρηνικοί σου ἔθηκαν ἔνεδρα ὑποκάτω σου οὐκ ἔστιν σύνεσις αὐτοῖς |
[No book] |
[8]ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγει κύριος ἀπολῶ σοφοὺς ἐκ τῆς ιδουμαίας καὶ σύνεσιν ἐξ ὄρους ησαυ |
[No book] |
[9]καὶ πτοηθήσονται οἱ μαχηταί σου οἱ ἐκ θαιμαν ὅπως ἐξαρθῇ ἄνθρωπος ἐξ ὄρους ησαυ |
[No book] |
[10]διὰ τὴν σφαγὴν καὶ τὴν ἀσέβειαν τὴν εἰς τὸν ἀδελφόν σου ιακωβ καὶ καλύψει σε αἰσχύνη καὶ ἐξαρθήσῃ εἰς τὸν αἰῶνα |
[No book] |
[11]ἀφ ἧς ἡμέρας ἀντέστης ἐξ ἐναντίας ἐν ἡμέρᾳ αἰχμαλωτευόντων ἀλλογενῶν δύναμιν αὐτοῦ καὶ ἀλλότριοι εἰσῆλθον εἰς πύλας αὐτοῦ καὶ ἐπὶ ιερουσαλημ ἔβαλον κλήρους καὶ σὺ ἦς ὡς εἷς ἐξ αὐτῶν |
[No book] |
[12]καὶ μὴ ἐπίδῃς ἡμέραν ἀδελφοῦ σου ἐν ἡμέρᾳ ἀλλοτρίων καὶ μὴ ἐπιχαρῇς ἐπὶ τοὺς υἱοὺς ιουδα ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν καὶ μὴ μεγαλορρημονήσῃς ἐν ἡμέρᾳ θλίψεως |
[No book] |
[13]μηδὲ εἰσέλθῃς εἰς πύλας λαῶν ἐν ἡμέρᾳ πόνων αὐτῶν μηδὲ ἐπίδῃς καὶ σὺ τὴν συναγωγὴν αὐτῶν ἐν ἡμέρᾳ ὀλέθρου αὐτῶν μηδὲ συνεπιθῇ ἐπὶ τὴν δύναμιν αὐτῶν ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν |
[No book] |
[14]μηδὲ ἐπιστῇς ἐπὶ τὰς διεκβολὰς αὐτῶν τοῦ ἐξολεθρεῦσαι τοὺς ἀνασῳζομένους αὐτῶν μηδὲ συγκλείσῃς τοὺς φεύγοντας ἐξ αὐτῶν ἐν ἡμέρᾳ θλίψεως |
[No book] |
[15]διότι ἐγγὺς ἡμέρα κυρίου ἐπὶ πάντα τὰ ἔθνη ὃν τρόπον ἐποίησας οὕτως ἔσται σοι τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου |
[No book] |
[16]διότι ὃν τρόπον ἔπιες ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου πίονται πάντα τὰ ἔθνη οἶνον πίονται καὶ καταβήσονται καὶ ἔσονται καθὼς οὐχ ὑπάρχοντες |
[No book] |
[17]ἐν δὲ τῷ ὄρει σιων ἔσται ἡ σωτηρία καὶ ἔσται ἅγιον καὶ κατακληρονομήσουσιν ὁ οἶκος ιακωβ τοὺς κατακληρονομήσαντας αὐτούς |
[No book] |
[18]καὶ ἔσται ὁ οἶκος ιακωβ πῦρ ὁ δὲ οἶκος ιωσηφ φλόξ ὁ δὲ οἶκος ησαυ εἰς καλάμην καὶ ἐκκαυθήσονται εἰς αὐτοὺς καὶ καταφάγονται αὐτούς καὶ οὐκ ἔσται πυροφόρος ἐν τῷ οἴκῳ ησαυ διότι κύριος ἐλάλησεν |
[No book] |
[19]καὶ κατακληρονομήσουσιν οἱ ἐν ναγεβ τὸ ὄρος τὸ ησαυ καὶ οἱ ἐν τῇ σεφηλα τοὺς ἀλλοφύλους καὶ κατακληρονομήσουσιν τὸ ὄρος εφραιμ καὶ τὸ πεδίον σαμαρείας καὶ βενιαμιν καὶ τὴν γαλααδῖτιν |
[No book] |
[20]καὶ τῆς μετοικεσίας ἡ ἀρχὴ αὕτη τοῖς υἱοῖς ισραηλ γῆ τῶν χαναναίων ἕως σαρεπτων καὶ ἡ μετοικεσία ιερουσαλημ ἕως εφραθα καὶ κληρονομήσουσιν τὰς πόλεις τοῦ ναγεβ |
[No book] |
[21]καὶ ἀναβήσονται ἄνδρες σεσῳσμένοι ἐξ ὄρους σιων τοῦ ἐκδικῆσαι τὸ ὄρος ησαυ καὶ ἔσται τῷ κυρίῳ ἡ βασιλεία |
[No book] |