«
Nestle-Aland Greek NT (1993)
N/A GNT
The Epistle of Polycarp to the Church at Phillipians
PolyPhl
   
Philemon
Phm
1
   
[1]παῦλος δέσμιος χριστοῦ ἰησοῦ καὶ τιμόθεος ὁ ἀδελφὸς φιλήμονι τῶ ἀγαπητῶ καὶ συνεργῶ ἡμῶν [No book]
[2]καὶ ἀπφίᾳ τῇ ἀδελφῇ καὶ ἀρχίππῳ τῶ συστρατιώτῃ ἡμῶν καὶ τῇ κατ᾽ οἶκόν σου ἐκκλησίᾳ· [No book]
[3]χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου ἰησοῦ χριστοῦ. [No book]
[4]εὐχαριστῶ τῶ θεῶ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, [No book]
[5]ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχεις πρὸς τὸν κύριον ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους, [No book]
[6]ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς χριστόν· [No book]
[7]χαρὰν γὰρ πολλὴν ἔσχον καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ. [No book]
[8]διό, πολλὴν ἐν χριστῶ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον, [No book]
[9]διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν ὡς παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος χριστοῦ ἰησοῦ _ [No book]
[10]παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς ὀνήσιμον, [No book]
[11]τόν ποτέ σοι ἄχρηστον νυνὶ δὲ [καὶ] σοὶ καὶ ἐμοὶ εὔχρηστον, [No book]
[12]ὃν ἀνέπεμψά σοι, αὐτόν, τοῦτ᾽ ἔστιν τὰ ἐμὰ σπλάγχνα· [No book]
[13]ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ μοι διακονῇ ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου, [No book]
[14]χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ ἀλλὰ κατὰ ἑκούσιον. [No book]
[15]τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, [No book]
[16]οὐκέτι ὡς δοῦλον ἀλλὰ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί, πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν κυρίῳ. [No book]
[17]εἰ οὗν με ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ. [No book]
[18]εἰ δέ τι ἠδίκησέν σε ἢ ὀφείλει, τοῦτο ἐμοὶ ἐλλόγα· [No book]
[19]ἐγὼ παῦλος ἔγραψα τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις. [No book]
[20]ναί, ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν χριστῶ. [No book]
[21]πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ ἃ λέγω ποιήσεις. [No book]
[22]ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν, ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν. [No book]
[23]ἀσπάζεταί σε ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν χριστῶ ἰησοῦ, [No book]
[24]μᾶρκος, ἀρίσταρχος, δημᾶς, λουκᾶς, οἱ συνεργοί μου. [No book]
[25]ἡ χάρις τοῦ κυρίου ἰησοῦ χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν. [No book]
Author: Eberhard Nestle (1851–1913), Kurt Aland (1915–1994), Barbara Aland (b. 1937), et al.
Source: sacred-texts.org

See information...
Top