|
[1]Παῦλος καὶ Τιμόθεος, δοῦλοι Ἰησοῦ Χριστοῦ, πᾶσι τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις, σὺν ἐπισκόποις καὶ διακόνοις· |
[1]Paul and Timotheus the servants of JESUS CHRIST, to all the Saints in Christ Jesus which are at Philippi, with the Bishops, and Deacons: |
[2]χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. |
[2]Grace be with you, and peace from God our Father, and from the Lord Jesus Christ. |
[3]Εὐχαριστῶ τῷ Θεῷ μου ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν, |
[3]I thank my God, having you in perfect memory, |
[4]πάντοτε ἐν πάσῃ δεήσει μου ὑπὲρ πάντων ὑμῶν μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος, |
[4](Always in all my prayers for all you, praying with gladness) |
[5]ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν εἰς τὸ εὐαγγέλιον, ἀπὸ πρώτης ἡμέρας ἄχρι τοῦ νῦν· |
[5]Because of the fellowship which ye have in the Gospel, from the first day unto now. |
[6]πεποιθὼς αὐτὸ τοῦτο, ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν ἐπιτελέσει ἄχρις ἡμέρας Ἰησοῦ· Χριστοῦ· |
[6]And I am persuaded of this same thing that he that hath begun this good work in you, will perform it until the day of Jesus Christ, |
[7]καθώς ἐστι δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν, διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου, καὶ τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ εὐαγγελίου, συγκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας. |
[7]As it becometh me so to judge of you all, because I have you in remembrance that both in my bands, and in my defense, and confirmation of the Gospel you all were partakers of my grace. |
[8]μάρτυς γάρ μου ἐστιν ὁ Θεός, ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις Ἰησοῦ Χριστοῦ. |
[8]For God is my record, how I long after you all from the very heart root in Jesus Christ. |
[9]καὶ τοῦτο προσεύχομαι, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει, |
[9]And this I pray, that your love may abound, yet more and more in knowledge, and in all judgment, |
[10]εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ, |
[10]That ye may discern things that differ one from another, that ye may be pure, and without offense until the day of Christ, |
[11]πεπληρωμένοι καρπῶν δικαιοσύνης τῶν διὰ Ἰησοῦ Χριστοῦ, εἰς δόξαν καὶ ἔπαινον Θεοῦ. |
[11]Filled with the fruits of righteousness, which are by Jesus Christ unto the glory and praise of God. |
[12]Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοί, ὅτι τὰ κατ’ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν· |
[12] I would ye understood, brethren, that the things which have come unto me, are turned rather to the furthering of the Gospel, |
[13]ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πάσι, |
[13]So that my bands in Christ are famous throughout all the judgment hall, and in all other places, |
[14]καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ, πεποιθότας τοῖς δεσμοῖς μου, περισσοτέρως τολμᾶν ἀφόβως τὸν λόγον λαλεῖν. |
[14]In so much that many of the brethren in the Lord are boldened through my bands, and dare more frankly speak the word. |
[15]τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι’ εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν· |
[15]Some preach Christ even through envy and strife, and some also of good will. |
[16]οἱ μὲν ἐξ ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν, οὐχ ἁγνῶς, οἰόμενοι θλῖψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου· |
[16]The one part preacheth Christ of contention and not purely, supposing to add more affliction to my bands. |
[17]οἱ δὲ ἐξ ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι. |
[17]But the others of love, knowing that I am set for the defense of the Gospel. |
[18]τί γάρ; πλὴν παντὶ τρόπῳ, εἴτε προφάσει, εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται· καὶ ἐν τούτῳ χαίρω, ἀλλὰ καὶ χαρήσομαι. |
[18]What then? yet Christ is preached all manner ways, whether it be under a pretense, or sincerely: and I therein joy: yea and will joy. |
[19]οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως, καὶ ἐπιχορηγίας τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ, |
[19]For I know that this shall turn to my salvation, through your prayer, and by the help of the Spirit of Jesus Christ, |
[20]κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου, ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι, ἀλλ’ ἐν πάσῃ παῤῥησίᾳ, ὡς πάντοτε, καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου, εἴτε διὰ ζωῆς, εἴτε διὰ θανάτου. |
[20]As I heartily look for, and hope, that in nothing I shall be ashamed, but that with all confidence, as always, so now Christ shall be magnified in my body, whether it be by life or by death. |
[21]ἐμοὶ γὰρ τὸ ζῆν, Χριστὸς· καὶ τὸ ἀποθανεῖν, κέρδος. |
[21]For Christ is to me both in life, and in death advantage. |
[22]εἰ δὲ τὸ ζῆν ἐν σαρκί, τοῦτό μοι καρπὸς ἔργου· καὶ τί αἱρήσομαι οὐ γνωρίζω. |
[22]And whether to live in the flesh were profitable for me, and what to choose I know not. |
[23]συνέχομαι γὰρ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι, καὶ σὺν Χριστῷ εἶναι, πολλῷ γὰρ μᾶλλον κρεῖσσον· |
[23]For I am greatly in doubt on both sides, desiring to be loosed and to be with Christ, which is best of all. |
[24]τὸ δὲ ἐπιμένειν ἐν τῇ σαρκὶ, ἀναγκαιότερον δι’ ὑμᾶς. |
[24]Nevertheless, to abide in the flesh, is more needful for you. |
[25]καὶ τοῦτο πεποιθὼς οἶδα ὅτι μενῶ, καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως, |
[25]And this am I sure of, that I shall abide, and with you all continue, for your furtherance and joy of your faith, |
[26]ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ, διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς. |
[26]That ye may more abundantly rejoice in Jesus Christ for me, by my coming to you again. |
[27]μόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε, ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς, εἴτε ἀπὼν, ἀκούσω τὰ περὶ ὑμῶν, ὅτι στήκετε ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου, |
[27]Only let your conversation be, as it becometh the Gospel of Christ, that whether I come and see you, or else be absent, I may hear of your matters that ye continue in one Spirit, and in one mind fighting together through the faith of the Gospel. |
[28]καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων· ἥτις αὐτοῖς μέν ἐστὶν ἔνδειξις ἀπωλείας, ὑμῖν δὲ σωτηρίας, καὶ τοῦτο ἀπὸ Θεοῦ· |
[28]And in nothing fear your adversaries, which is to them a token of perdition, and to you of salvation, and that of God. |
[29]ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν· |
[29]For unto you it is given for Christ, that not only ye should believe in him, but also suffer for his sake, |
[30]τὸν αὐτὸν ἀγῶνα ἔχοντες οἷον ἴδετε ἐν ἐμοὶ, καὶ νῦν ἀκούετε ἐν ἐμοί. |
[30]Having the same fight, which ye saw in me, and now hear to be in me. |