«
Aleppo Codex (~920)
Alep
The Septuagint
LXX
   
Proverbs
Pro
1
[1]משלי שלמה בן־דוד מלך ישראל [1]παροιμίαι σαλωμῶντος υἱοῦ δαυιδ ὃς ἐβασίλευσεν ἐν ισραηλ
[2]לדעת חכמה ומוסר להבין אמרי בינה [2]γνῶναι σοφίαν καὶ παιδείαν νοῆσαί τε λόγους φρονήσεως
[3]לקחת מוסר השכל צדק ומשפט ומשרים [3]δέξασθαί τε στροφὰς λόγων νοῆσαί τε δικαιοσύνην ἀληθῆ καὶ κρίμα κατευθύνειν
[4]לתת לפתאים ערמה לנער דעת ומזמה [4]ἵνα δῷ ἀκάκοις πανουργίαν παιδὶ δὲ νέῳ αἴσθησίν τε καὶ ἔννοιαν
[5]ישמע חכם ויוסף לקח ונבון תחבלות יקנה [5]τῶνδε γὰρ ἀκούσας σοφὸς σοφώτερος ἔσται ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται
[6]להבין משל ומליצה דברי חכמים וחידתם [6]νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον ῥήσεις τε σοφῶν καὶ αἰνίγματα
[7]יראת יהוה ראשית דעת חכמה ומוסר אוילים בזו [7]ἀρχὴ σοφίας φόβος θεοῦ σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν εὐσέβεια δὲ εἰς θεὸν ἀρχὴ αἰσθήσεως σοφίαν δὲ καὶ παιδείαν ἀσεβεῖς ἐξουθενήσουσιν
[8]שמע בני מוסר אביך ואל־תטש תורת אמך [8]ἄκουε υἱέ παιδείαν πατρός σου καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου
[9]כי לוית חן הם לראשך וענקים לגרגרתך [9]στέφανον γὰρ χαρίτων δέξῃ σῇ κορυφῇ καὶ κλοιὸν χρύσεον περὶ σῷ τραχήλῳ
[10]בני אם־יפתוך חטאים אל־תבא [10]υἱέ μή σε πλανήσωσιν ἄνδρες ἀσεβεῖς μηδὲ βουληθῇς ἐὰν παρακαλέσωσί σε λέγοντες
[11]אם־יאמרו לכה אתנו נארבה לדם נצפנה לנקי חנם [11]ἐλθὲ μεθ ἡμῶν κοινώνησον αἵματος κρύψωμεν δὲ εἰς γῆν ἄνδρα δίκαιον ἀδίκως
[12]נבלעם כשאול חיים ותמימים כיורדי בור [12]καταπίωμεν δὲ αὐτὸν ὥσπερ ᾅδης ζῶντα καὶ ἄρωμεν αὐτοῦ τὴν μνήμην ἐκ γῆς
[13]כל־הון יקר נמצא נמלא בתינו שלל [13]τὴν κτῆσιν αὐτοῦ τὴν πολυτελῆ καταλαβώμεθα πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων
[14]גורלך תפיל בתוכנו כיס אחד יהיה לכלנו [14]τὸν δὲ σὸν κλῆρον βάλε ἐν ἡμῖν κοινὸν δὲ βαλλάντιον κτησώμεθα πάντες καὶ μαρσίππιον ἓν γενηθήτω ἡμῖν
[15]בני־אל־תלך בדרך אתם מנע רגלך מנתיבתם [15]μὴ πορευθῇς ἐν ὁδῷ μετ αὐτῶν ἔκκλινον δὲ τὸν πόδα σου ἐκ τῶν τρίβων αὐτῶν
[16]כי רגליהם לרע ירוצו וימהרו לשפך־דם [16]οἱ γὰρ πόδες αὐτῶν εἰς κακίαν τρέχουσιν καὶ ταχινοὶ τοῦ ἐκχέαι αἷμα
[17]כי־חנם מזרה הרשת בעיני כל־בעל כנף [17]οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς
[18]והם לדמם יארבו יצפנו לנפשתם [18]αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες θησαυρίζουσιν ἑαυτοῖς κακά ἡ δὲ καταστροφὴ ἀνδρῶν παρανόμων κακή
[19]כן־ארחות כל־בצע בצע את־נפש בעליו יקח [19]αὗται αἱ ὁδοί εἰσιν πάντων τῶν συντελούντων τὰ ἄνομα τῇ γὰρ ἀσεβείᾳ τὴν ἑαυτῶν ψυχὴν ἀφαιροῦνται
[20]חכמות בחוץ תרנה ברחבות תתן קולה [20]σοφία ἐν ἐξόδοις ὑμνεῖται ἐν δὲ πλατείαις παρρησίαν ἄγει
[21]בראש המיות תקרא בפתחי שערים בעיר־אמריה תאמר [21]ἐπ ἄκρων δὲ τειχέων κηρύσσεται ἐπὶ δὲ πύλαις δυναστῶν παρεδρεύει ἐπὶ δὲ πύλαις πόλεως θαρροῦσα λέγει
[22]עד־מתי פתים תאהבו־פתי ולצים־לצון חמדו להם וכסילים ישנאו־דעת [22]ὅσον ἂν χρόνον ἄκακοι ἔχωνται τῆς δικαιοσύνης οὐκ αἰσχυνθήσονται οἱ δὲ ἄφρονες τῆς ὕβρεως ὄντες ἐπιθυμηταί ἀσεβεῖς γενόμενοι ἐμίσησαν αἴσθησιν
[23]תשובו לתוכחתי הנה אביעה לכם רוחי אודיעה דברי אתכם [23]καὶ ὑπεύθυνοι ἐγένοντο ἐλέγχοις ἰδοὺ προήσομαι ὑμῖν ἐμῆς πνοῆς ῥῆσιν διδάξω δὲ ὑμᾶς τὸν ἐμὸν λόγον
[24]יען קראתי ותמאנו נטיתי ידי ואין מקשיב [24]ἐπειδὴ ἐκάλουν καὶ οὐχ ὑπηκούσατε καὶ ἐξέτεινον λόγους καὶ οὐ προσείχετε
[25]ותפרעו כל־עצתי ותוכחתי לא אביתם [25]ἀλλὰ ἀκύρους ἐποιεῖτε ἐμὰς βουλάς τοῖς δὲ ἐμοῖς ἐλέγχοις ἠπειθήσατε
[26]גם־אני באידכם אשחק אלעג בבא פחדכם [26]τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι καταχαροῦμαι δέ ἡνίκα ἂν ἔρχηται ὑμῖν ὄλεθρος
[27]בבא כשאוה [Q: כשואה] פחדכם ואידכם כסופה יאתה בבא עליכם צרה וצוקה [27]καὶ ὡς ἂν ἀφίκηται ὑμῖν ἄφνω θόρυβος ἡ δὲ καταστροφὴ ὁμοίως καταιγίδι παρῇ καὶ ὅταν ἔρχηται ὑμῖν θλῖψις καὶ πολιορκία ἢ ὅταν ἔρχηται ὑμῖν ὄλεθρος
[28]אז יקראנני ולא אענה ישחרנני ולא ימצאנני [28]ἔσται γὰρ ὅταν ἐπικαλέσησθέ με ἐγὼ δὲ οὐκ εἰσακούσομαι ὑμῶν ζητήσουσίν με κακοὶ καὶ οὐχ εὑρήσουσιν
[29]תחת כי־שנאו דעת ויראת יהוה לא בחרו [29]ἐμίσησαν γὰρ σοφίαν τὸν δὲ φόβον τοῦ κυρίου οὐ προείλαντο
[30]לא־אבו לעצתי נאצו כל־תוכחתי [30]οὐδὲ ἤθελον ἐμαῖς προσέχειν βουλαῖς ἐμυκτήριζον δὲ ἐμοὺς ἐλέγχους
[31]ויאכלו מפרי דרכם וממעצתיהם ישבעו [31]τοιγαροῦν ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρποὺς καὶ τῆς ἑαυτῶν ἀσεβείας πλησθήσονται
[32]כי משובת פתים תהרגם ושלות כסילים תאבדם [32]ἀνθ ὧν γὰρ ἠδίκουν νηπίους φονευθήσονται καὶ ἐξετασμὸς ἀσεβεῖς ὀλεῖ
[33]ושמע לי ישכן־בטח ושאנן מפחד רעה [33]ὁ δὲ ἐμοῦ ἀκούων κατασκηνώσει ἐπ ἐλπίδι καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ
Source: unbound.biola.edu
Source: sacred-texts.org
Top