«
Aleppo Codex (~920)
Alep
The Septuagint
LXX
Proverbs
Pro
31
   
[1]דברי למואל מלך משא אשר־יסרתו אמו [1]οἱ ἐμοὶ λόγοι εἴρηνται ὑπὸ θεοῦ βασιλέως χρηματισμός ὃν ἐπαίδευσεν ἡ μήτηρ αὐτοῦ
[2]מה־ברי ומה־בר־בטני ומה בר־נדרי [2]τί τέκνον τηρήσεις τί ῥήσεις θεοῦ πρωτογενές σοὶ λέγω υἱέ τί τέκνον ἐμῆς κοιλίας τί τέκνον ἐμῶν εὐχῶν
[3]אל־תתן לנשים חילך ודרכיך למחות מלכין [3]μὴ δῷς γυναιξὶ σὸν πλοῦτον καὶ τὸν σὸν νοῦν καὶ βίον εἰς ὑστεροβουλίαν
[4]אל למלכים למואל־אל למלכים שתו־יין ולרוזנים או [Q: אי] שכר [4]μετὰ βουλῆς πάντα ποίει μετὰ βουλῆς οἰνοπότει οἱ δυνάσται θυμώδεις εἰσίν οἶνον δὲ μὴ πινέτωσαν
[5]פן־ישתה וישכח מחקק וישנה דין כל־בני־עני [5]ἵνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας καὶ ὀρθὰ κρῖναι οὐ μὴ δύνωνται τοὺς ἀσθενεῖς
[6]תנו־שכר לאובד ויין למרי נפש [6]δίδοτε μέθην τοῖς ἐν λύπαις καὶ οἶνον πίνειν τοῖς ἐν ὀδύναις
[7]ישתה וישכח רישו ועמלו לא יזכר־עוד [7]ἵνα ἐπιλάθωνται τῆς πενίας καὶ τῶν πόνων μὴ μνησθῶσιν ἔτι
[8]פתח־פיך לאלם אל־דין כל־בני חלוף [8]ἄνοιγε σὸν στόμα λόγῳ θεοῦ καὶ κρῖνε πάντας ὑγιῶς
[9]פתח־פיך שפט־צדק ודין עני ואביון [9]ἄνοιγε σὸν στόμα καὶ κρῖνε δικαίως διάκρινε δὲ πένητα καὶ ἀσθενῆ
[10]אשת־חיל מי ימצא ורחק מפנינים מכרה [10]γυναῖκα ἀνδρείαν τίς εὑρήσει τιμιωτέρα δέ ἐστιν λίθων πολυτελῶν ἡ τοιαύτη
[11]בטח בה לב בעלה ושלל לא יחסר [11]θαρσεῖ ἐπ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει
[12]גמלתהו טוב ולא־רע כל ימי חייה [12]ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον
[13]דרשה צמר ופשתים ותעש בחפץ כפיה [13]μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς
[14]היתה כאניות סוחר ממרחק תביא לחמה [14]ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν συνάγει δὲ αὕτη τὸν βίον
[15]ותקם בעוד לילה־ותתן טרף לביתה וחק לנערתיה [15]καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκεν βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις
[16]זממה שדה ותקחהו מפרי כפיה נטע [Q: נטעה] כרם [16]θεωρήσασα γεώργιον ἐπρίατο ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσεν κτῆμα
[17]חגרה בעוז מתניה ותאמץ זרועתיה [17]ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς ἤρεισεν τοὺς βραχίονας αὐτῆς εἰς ἔργον
[18]טעמה כי־טוב סחרה לא־יכבה בליל [Q: בלילה] נרה [18]ἐγεύσατο ὅτι καλόν ἐστιν τὸ ἐργάζεσθαι καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς
[19]ידיה שלחה בכישור וכפיה תמכו פלך [19]τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον
[20]כפה פרשה לעני וידיה שלחה לאביון [20]χεῖρας δὲ αὐτῆς διήνοιξεν πένητι καρπὸν δὲ ἐξέτεινεν πτωχῷ
[21]לא־תירא לביתה משלג כי כל־ביתה לבש שנים [21]οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς ὅταν που χρονίζῃ πάντες γὰρ οἱ παρ αὐτῆς ἐνδιδύσκονται
[22]מרבדים עשתה־לה שש וארגמן לבושה [22]δισσὰς χλαίνας ἐποίησεν τῷ ἀνδρὶ αὐτῆς ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα
[23]נודע בשערים בעלה בשבתו עם־זקני־ארץ [23]περίβλεπτος δὲ γίνεται ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς
[24]סדין עשתה ותמכר וחגור נתנה לכנעני [24]σινδόνας ἐποίησεν καὶ ἀπέδοτο περιζώματα δὲ τοῖς χαναναίοις
[25]עז־והדר לבושה ותשחק ליום אחרון [25]στόμα αὐτῆς διήνοιξεν προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς
[26]פיה פתחה בחכמה ותורת חסד על־לשונה [26]ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις
[27]צופיה הילכות [Q: הליכות] ביתה ולחם עצלות לא תאכל [27]στεγναὶ διατριβαὶ οἴκων αὐτῆς σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγεν
[28]קמו בניה ויאשרוה בעלה ויהללה [28]τὸ στόμα δὲ ἀνοίγει σοφῶς καὶ νομοθέσμως ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησεν τὰ τέκνα αὐτῆς καὶ ἐπλούτησαν καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν
[29]רבות בנות עשו חיל ואת עלית על־כלנה [29]πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον πολλαὶ ἐποίησαν δυνατά σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας
[30]שקר החן והבל היפי אשה יראת־יהוה היא תתהלל [30]ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός γυνὴ γὰρ συνετὴ εὐλογεῖται φόβον δὲ κυρίου αὕτη αἰνείτω
[31]תנו־לה מפרי ידיה ויהללוה בשערים מעשיה [31]δότε αὐτῇ ἀπὸ καρπῶν χειρῶν αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς
Source: unbound.biola.edu
Source: sacred-texts.org
Top