[1]σαλπίσατε ἐν σιων ἐν σάλπιγγι σημασίας ἁγίων κηρύξατε ἐν ιερουσαλημ φωνὴν εὐαγγελιζομένου ὅτι ἠλέησεν ὁ θεὸς ισραηλ ἐν τῇ ἐπισκοπῇ αὐτῶν [2]στῆθι ιερουσαλημ ἐφ ὑψηλοῦ καὶ ἰδὲ τὰ τέκνα σου ἀπὸ ἀνατολῶν καὶ δυσμῶν συνηγμένα εἰς ἅπαξ ὑπὸ κυρίου [3]ἀπὸ βορρᾶ ἔρχονται τῇ εὐφροσύνῃ τοῦ θεοῦ αὐτῶν ἐκ νήσων μακρόθεν συνήγαγεν αὐτοὺς ὁ θεός [4]ὄρη ὑψηλὰ ἐταπείνωσεν εἰς ὁμαλισμὸν αὐτοῖς οἱ βουνοὶ ἐφύγοσαν ἀπὸ εἰσόδου αὐτῶν [5]οἱ δρυμοὶ ἐσκίασαν αὐτοῖς ἐν τῇ παρόδῳ αὐτῶν πᾶν ξύλον εὐωδίας ἀνέτειλεν αὐτοῖς ὁ θεός [6]ἵνα παρέλθῃ ισραηλ ἐν ἐπισκοπῇ δόξης θεοῦ αὐτῶν [7]ἔνδυσαι ιερουσαλημ τὰ ἱμάτια τῆς δόξης σου ἑτοίμασον τὴν στολὴν τοῦ ἁγιάσματός σου ὅτι ὁ θεὸς ἐλάλησεν ἀγαθὰ ισραηλ εἰς τὸν αἰῶνα καὶ ἔτι [8]ποιήσαι κύριος ἃ ἐλάλησεν ἐπὶ ισραηλ καὶ ιερουσαλημ ἀναστήσαι κύριος τὸν ισραηλ ἐν ὀνόματι δόξης αὐτοῦ [9]τοῦ κυρίου τὸ ἔλεος ἐπὶ τὸν ισραηλ εἰς τὸν αἰῶνα καὶ ἔτι πσσολ τῷ σαλωμων ἐν γλώσσῃ παρανόμων
Credit

Source: sacred-texts.org
Top