«
The Septuagint
LXX
Peshitta (Lamsa, 1933)
Pes(Lam)
[1]κύριε τὸ ἔλεός σου ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου εἰς τὸν αἰῶνα ἡ χρηστότης σου μετὰ δόματος πλουσίου ἐπὶ ισραηλ [No book]
[2]οἱ ὀφθαλμοί σου ἐπιβλέποντες ἐπ αὐτά καὶ οὐχ ὑστερήσει ἐξ αὐτῶν τὰ ὦτά σου ἐπακούει εἰς δέησιν πτωχοῦ ἐν ἐλπίδι [No book]
[3]τὰ κρίματά σου ἐπὶ πᾶσαν τὴν γῆν μετὰ ἐλέους καὶ ἡ ἀγάπη σου ἐπὶ σπέρμα αβρααμ υἱοὺς ισραηλ [No book]
[4]ἡ παιδεία σου ἐφ ἡμᾶς ὡς υἱὸν πρωτότοκον μονογενῆ ἀποστρέψαι ψυχὴν εὐήκοον ἀπὸ ἀμαθίας ἐν ἀγνοίᾳ [No book]
[5]καθαρίσαι ὁ θεὸς ισραηλ εἰς ἡμέραν ἐλέους ἐν εὐλογίᾳ εἰς ἡμέραν ἐκλογῆς ἐν ἀνάξει χριστοῦ αὐτοῦ [No book]
[6]μακάριοι οἱ γενόμενοι ἐν ταῖς ἡμέραις ἐκείναις ἰδεῖν τὰ ἀγαθὰ κυρίου ἃ ποιήσει γενεᾷ τῇ ἐρχομένῃ [No book]
[7]ὑπὸ ῥάβδον παιδείας χριστοῦ κυρίου ἐν φόβῳ θεοῦ αὐτοῦ ἐν σοφίᾳ πνεύματος καὶ δικαιοσύνης καὶ ἰσχύος [No book]
[8]κατευθῦναι ἄνδρα ἐν ἔργοις δικαιοσύνης φόβῳ θεοῦ καταστῆσαι πάντας αὐτοὺς ἐνώπιον κυρίου [No book]
[9]γενεὰ ἀγαθὴ ἐν φόβῳ θεοῦ ἐν ἡμέραις ἐλέους διάψαλμα [No book]
[10]μέγας ἡμῶν ὁ θεὸς καὶ ἔνδοξος ἐν ὑψίστοις κατοικῶν ὁ διατάξας ἐν πορείᾳ φωστῆρας εἰς καιροὺς ὡρῶν ἀφ ἡμερῶν εἰς ἡμέρας καὶ οὐ παρέβησαν ἀπὸ ὁδοῦ ἧς ἐνετείλω αὐτοῖς [No book]
[11]ἐν φόβῳ θεοῦ ἡ ὁδὸς αὐτῶν καθ ἑκάστην ἡμέραν ἀφ ἧς ἡμέρας ἔκτισεν αὐτοὺς ὁ θεὸς καὶ ἕως αἰῶνος [No book]
[12]καὶ οὐκ ἐπλανήθησαν ἀφ ἧς ἡμέρας ἔκτισεν αὐτούς ἀπὸ γενεῶν ἀρχαίων οὐκ ἀπέστησαν ὁδῶν αὐτῶν εἰ μὴ ὁ θεὸς ἐνετείλατο αὐτοῖς ἐν ἐπιταγῇ δούλων αὐτοῦ [No book]
Source: sacred-texts.org
Author: George M. Lamsa
Source: studybible.info
Top