«
The Sonnini Manuscript: The Lost Chapter 29 of Acts
Acts29
The Septuagint
LXX
[No book] [1]ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἁμαρτωλὸν ἐν κριῷ κατέβαλε τείχη ὀχυρά καὶ οὐκ ἐκώλυσας
[No book] [2]ἀνέβησαν ἐπὶ τὸ θυσιαστήριόν σου ἔθνη ἀλλότρια κατεπατοῦσαν ἐν ὑποδήμασιν αὐτῶν ἐν ὑπερηφανίᾳ
[No book] [3]ἀνθ ὧν οἱ υἱοὶ ιερουσαλημ ἐμίαναν τὰ ἅγια κυρίου ἐβεβηλοῦσαν τὰ δῶρα τοῦ θεοῦ ἐν ἀνομίαις
[No book] [4]ἕνεκεν τούτων εἶπεν ἀπορρίψατε αὐτὰ μακρὰν ἀπ ἐμοῦ οὐκ εὐδοκῶ ἐν αὐτοῖς
[No book] [5]τὸ κάλλος τῆς δόξης αὐτῆς ἐξουθενώθη ἐνώπιον τοῦ θεοῦ ἠτιμώθη ἕως εἰς τέλος
[No book] [6]οἱ υἱοὶ καὶ αἱ θυγατέρες ἐν αἰχμαλωσίᾳ πονηρᾷ ἐν σφραγῖδι ὁ τράχηλος αὐτῶν ἐν ἐπισήμῳ ἐν τοῖς ἔθνεσιν
[No book] [7]κατὰ τὰς ἁμαρτίας αὐτῶν ἐποίησεν αὐτοῖς ὅτι ἐγκατέλιπεν αὐτοὺς εἰς χεῖρας κατισχυόντων
[No book] [8]ἀπέστρεψεν γὰρ τὸ πρόσωπον αὐτοῦ ἀπὸ ἐλέους αὐτῶν νέον καὶ πρεσβύτην καὶ τέκνα αὐτῶν εἰς ἅπαξ ὅτι πονηρὰ ἐποίησαν εἰς ἅπαξ τοῦ μὴ ἀκούειν
[No book] [9]καὶ ὁ οὐρανὸς ἐβαρυθύμησεν καὶ ἡ γῆ ἐβδελύξατο αὐτούς ὅτι οὐκ ἐποίησε πᾶς ἄνθρωπος ἐπ αὐτῆς ὅσα ἐποίησαν
[No book] [10]καὶ γνώσεται ἡ γῆ τὰ κρίματά σου πάντα τὰ δίκαια ὁ θεός
[No book] [11]ἔστησαν τοὺς υἱοὺς ιερουσαλημ εἰς ἐμπαιγμὸν ἀντὶ πορνῶν ἐν αὐτῇ πᾶς ὁ παραπορευόμενος εἰσεπορεύετο κατέναντι τοῦ ἡλίου
[No book] [12]ἐνέπαιζον ταῖς ἀνομίαις αὐτῶν καθὰ ἐποίουν αὐτοί ἀπέναντι τοῦ ἡλίου παρεδειγμάτισαν ἀδικίας αὐτῶν
[No book] [13]καὶ θυγατέρες ιερουσαλημ βέβηλοι κατὰ τὸ κρίμα σου ἀνθ ὧν αὐταὶ ἐμιαίωσαν αὑτὰς ἐν φυρμῷ ἀναμείξεως
[No book] [14]τὴν κοιλίαν μου καὶ τὰ σπλάγχνα μου πονῶ ἐπὶ τούτοις
[No book] [15]ἐγὼ δικαιώσω σε ὁ θεός ἐν εὐθύτητι καρδίας ὅτι ἐν τοῖς κρίμασίν σου ἡ δικαιοσύνη σου ὁ θεός
[No book] [16]ὅτι ἀπέδωκας τοῖς ἁμαρτωλοῖς κατὰ τὰ ἔργα αὐτῶν καὶ κατὰ τὰς ἁμαρτίας αὐτῶν τὰς πονηρὰς σφόδρα
[No book] [17]ἀνεκάλυψας τὰς ἁμαρτίας αὐτῶν ἵνα φανῇ τὸ κρίμα σου ἐξήλειψας τὸ μνημόσυνον αὐτῶν ἀπὸ τῆς γῆς
[No book] [18]ὁ θεὸς κριτὴς δίκαιος καὶ οὐ θαυμάσει πρόσωπον
[No book] [19]ὠνείδισαν γὰρ ἔθνη ιερουσαλημ ἐν καταπατήσει κατεσπάσθη τὸ κάλλος αὐτῆς ἀπὸ θρόνου δόξης
[No book] [20]περιεζώσατο σάκκον ἀντὶ ἐνδύματος εὐπρεπείας σχοινίον περὶ τὴν κεφαλὴν αὐτῆς ἀντὶ στεφάνου
[No book] [21]περιείλατο μίτραν δόξης ἣν περιέθηκεν αὐτῇ ὁ θεός ἐν ἀτιμίᾳ τὸ κάλλος αὐτῆς ἀπερρίφη ἐπὶ τὴν γῆν
[No book] [22]καὶ ἐγὼ εἶδον καὶ ἐδεήθην τοῦ προσώπου κυρίου καὶ εἶπον ἱκάνωσον κύριε τοῦ βαρύνεσθαι χεῖρά σου ἐπὶ ιερουσαλημ ἐν ἐπαγωγῇ ἐθνῶν
[No book] [23]ὅτι ἐνέπαιξαν καὶ οὐκ ἐφείσαντο ἐν ὀργῇ καὶ θυμῷ μετὰ μηνίσεως καὶ συντελεσθήσονται ἐὰν μὴ σύ κύριε ἐπιτιμήσῃς αὐτοῖς ἐν ὀργῇ σου
[No book] [24]ὅτι οὐκ ἐν ζήλει ἐποίησαν ἀλλ ἐν ἐπιθυμίᾳ ψυχῆς ἐκχέαι τὴν ὀργὴν αὐτῶν εἰς ἡμᾶς ἐν ἁρπάγματι
[No book] [25]μὴ χρονίσῃς ὁ θεός τοῦ ἀποδοῦναι αὐτοῖς εἰς κεφαλάς τοῦ εἰπεῖν τὴν ὑπερηφανίαν τοῦ δράκοντος ἐν ἀτιμίᾳ
[No book] [26]καὶ οὐκ ἐχρόνισα ἕως ἔδειξέν μοι ὁ θεὸς τὴν ὕβριν αὐτοῦ ἐκκεκεντημένον ἐπὶ τῶν ὀρέων αἰγύπτου ὑπὲρ ἐλάχιστον ἐξουδενωμένον ἐπὶ γῆς καὶ θαλάσσης
[No book] [27]τὸ σῶμα αὐτοῦ διαφερόμενον ἐπὶ κυμάτων ἐν ὕβρει πολλῇ καὶ οὐκ ἦν ὁ θάπτων ὅτι ἐξουθένωσεν αὐτὸν ἐν ἀτιμίᾳ
[No book] [28]οὐκ ἐλογίσατο ὅτι ἄνθρωπός ἐστιν καὶ τὸ ὕστερον οὐκ ἐλογίσατο
[No book] [29]εἶπεν ἐγὼ κύριος γῆς καὶ θαλάσσης ἔσομαι καὶ οὐκ ἐπέγνω ὅτι ὁ θεὸς μέγας κραταιὸς ἐν ἰσχύι αὐτοῦ τῇ μεγάλῃ
[No book] [30]αὐτὸς βασιλεὺς ἐπὶ τῶν οὐρανῶν καὶ κρίνων βασιλεῖς καὶ ἀρχάς
[No book] [31]ὁ ἀνιστῶν ἐμὲ εἰς δόξαν καὶ κοιμίζων ὑπερηφάνους εἰς ἀπώλειαν αἰῶνος ἐν ἀτιμίᾳ ὅτι οὐκ ἔγνωσαν αὐτόν
[No book] [32]καὶ νῦν ἴδετε οἱ μεγιστᾶνες τῆς γῆς τὸ κρίμα τοῦ κυρίου ὅτι μέγας βασιλεὺς καὶ δίκαιος κρίνων τὴν ὑπ οὐρανόν
[No book] [33]εὐλογεῖτε τὸν θεόν οἱ φοβούμενοι τὸν κύριον ἐν ἐπιστήμῃ ὅτι τὸ ἔλεος κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτὸν μετὰ κρίματος
[No book] [34]τοῦ διαστεῖλαι ἀνὰ μέσον δικαίου καὶ ἁμαρτωλοῦ ἀποδοῦναι ἁμαρτωλοῖς εἰς τὸν αἰῶνα κατὰ τὰ ἔργα αὐτῶν
[No book] [35]καὶ ἐλεῆσαι δίκαιον ἀπὸ ταπεινώσεως ἁμαρτωλοῦ καὶ ἀποδοῦναι ἁμαρτωλῷ ἀνθ ὧν ἐποίησεν δικαίῳ
[No book] [36]ὅτι χρηστὸς ὁ κύριος τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ὑπομονῇ ποιῆσαι κατὰ τὸ ἔλεος αὐτοῦ τοῖς ὁσίοις αὐτοῦ παρεστάναι διὰ παντὸς ἐνώπιον αὐτοῦ ἐν ἰσχύι
[No book] [37]εὐλογητὸς κύριος εἰς τὸν αἰῶνα ἐνώπιον δούλων αὐτοῦ πσσολ ψαλμὸς τῷ σαλωμων περὶ δικαίων
Source: sacred-texts.org
Top