«
The Septuagint
LXX
Shem Tob's Hebrew Matthew (1400)
ShemTob
[1]ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἁμαρτωλὸν ἐν κριῷ κατέβαλε τείχη ὀχυρά καὶ οὐκ ἐκώλυσας [No book]
[2]ἀνέβησαν ἐπὶ τὸ θυσιαστήριόν σου ἔθνη ἀλλότρια κατεπατοῦσαν ἐν ὑποδήμασιν αὐτῶν ἐν ὑπερηφανίᾳ [No book]
[3]ἀνθ ὧν οἱ υἱοὶ ιερουσαλημ ἐμίαναν τὰ ἅγια κυρίου ἐβεβηλοῦσαν τὰ δῶρα τοῦ θεοῦ ἐν ἀνομίαις [No book]
[4]ἕνεκεν τούτων εἶπεν ἀπορρίψατε αὐτὰ μακρὰν ἀπ ἐμοῦ οὐκ εὐδοκῶ ἐν αὐτοῖς [No book]
[5]τὸ κάλλος τῆς δόξης αὐτῆς ἐξουθενώθη ἐνώπιον τοῦ θεοῦ ἠτιμώθη ἕως εἰς τέλος [No book]
[6]οἱ υἱοὶ καὶ αἱ θυγατέρες ἐν αἰχμαλωσίᾳ πονηρᾷ ἐν σφραγῖδι ὁ τράχηλος αὐτῶν ἐν ἐπισήμῳ ἐν τοῖς ἔθνεσιν [No book]
[7]κατὰ τὰς ἁμαρτίας αὐτῶν ἐποίησεν αὐτοῖς ὅτι ἐγκατέλιπεν αὐτοὺς εἰς χεῖρας κατισχυόντων [No book]
[8]ἀπέστρεψεν γὰρ τὸ πρόσωπον αὐτοῦ ἀπὸ ἐλέους αὐτῶν νέον καὶ πρεσβύτην καὶ τέκνα αὐτῶν εἰς ἅπαξ ὅτι πονηρὰ ἐποίησαν εἰς ἅπαξ τοῦ μὴ ἀκούειν [No book]
[9]καὶ ὁ οὐρανὸς ἐβαρυθύμησεν καὶ ἡ γῆ ἐβδελύξατο αὐτούς ὅτι οὐκ ἐποίησε πᾶς ἄνθρωπος ἐπ αὐτῆς ὅσα ἐποίησαν [No book]
[10]καὶ γνώσεται ἡ γῆ τὰ κρίματά σου πάντα τὰ δίκαια ὁ θεός [No book]
[11]ἔστησαν τοὺς υἱοὺς ιερουσαλημ εἰς ἐμπαιγμὸν ἀντὶ πορνῶν ἐν αὐτῇ πᾶς ὁ παραπορευόμενος εἰσεπορεύετο κατέναντι τοῦ ἡλίου [No book]
[12]ἐνέπαιζον ταῖς ἀνομίαις αὐτῶν καθὰ ἐποίουν αὐτοί ἀπέναντι τοῦ ἡλίου παρεδειγμάτισαν ἀδικίας αὐτῶν [No book]
[13]καὶ θυγατέρες ιερουσαλημ βέβηλοι κατὰ τὸ κρίμα σου ἀνθ ὧν αὐταὶ ἐμιαίωσαν αὑτὰς ἐν φυρμῷ ἀναμείξεως [No book]
[14]τὴν κοιλίαν μου καὶ τὰ σπλάγχνα μου πονῶ ἐπὶ τούτοις [No book]
[15]ἐγὼ δικαιώσω σε ὁ θεός ἐν εὐθύτητι καρδίας ὅτι ἐν τοῖς κρίμασίν σου ἡ δικαιοσύνη σου ὁ θεός [No book]
[16]ὅτι ἀπέδωκας τοῖς ἁμαρτωλοῖς κατὰ τὰ ἔργα αὐτῶν καὶ κατὰ τὰς ἁμαρτίας αὐτῶν τὰς πονηρὰς σφόδρα [No book]
[17]ἀνεκάλυψας τὰς ἁμαρτίας αὐτῶν ἵνα φανῇ τὸ κρίμα σου ἐξήλειψας τὸ μνημόσυνον αὐτῶν ἀπὸ τῆς γῆς [No book]
[18]ὁ θεὸς κριτὴς δίκαιος καὶ οὐ θαυμάσει πρόσωπον [No book]
[19]ὠνείδισαν γὰρ ἔθνη ιερουσαλημ ἐν καταπατήσει κατεσπάσθη τὸ κάλλος αὐτῆς ἀπὸ θρόνου δόξης [No book]
[20]περιεζώσατο σάκκον ἀντὶ ἐνδύματος εὐπρεπείας σχοινίον περὶ τὴν κεφαλὴν αὐτῆς ἀντὶ στεφάνου [No book]
[21]περιείλατο μίτραν δόξης ἣν περιέθηκεν αὐτῇ ὁ θεός ἐν ἀτιμίᾳ τὸ κάλλος αὐτῆς ἀπερρίφη ἐπὶ τὴν γῆν [No book]
[22]καὶ ἐγὼ εἶδον καὶ ἐδεήθην τοῦ προσώπου κυρίου καὶ εἶπον ἱκάνωσον κύριε τοῦ βαρύνεσθαι χεῖρά σου ἐπὶ ιερουσαλημ ἐν ἐπαγωγῇ ἐθνῶν [No book]
[23]ὅτι ἐνέπαιξαν καὶ οὐκ ἐφείσαντο ἐν ὀργῇ καὶ θυμῷ μετὰ μηνίσεως καὶ συντελεσθήσονται ἐὰν μὴ σύ κύριε ἐπιτιμήσῃς αὐτοῖς ἐν ὀργῇ σου [No book]
[24]ὅτι οὐκ ἐν ζήλει ἐποίησαν ἀλλ ἐν ἐπιθυμίᾳ ψυχῆς ἐκχέαι τὴν ὀργὴν αὐτῶν εἰς ἡμᾶς ἐν ἁρπάγματι [No book]
[25]μὴ χρονίσῃς ὁ θεός τοῦ ἀποδοῦναι αὐτοῖς εἰς κεφαλάς τοῦ εἰπεῖν τὴν ὑπερηφανίαν τοῦ δράκοντος ἐν ἀτιμίᾳ [No book]
[26]καὶ οὐκ ἐχρόνισα ἕως ἔδειξέν μοι ὁ θεὸς τὴν ὕβριν αὐτοῦ ἐκκεκεντημένον ἐπὶ τῶν ὀρέων αἰγύπτου ὑπὲρ ἐλάχιστον ἐξουδενωμένον ἐπὶ γῆς καὶ θαλάσσης [No book]
[27]τὸ σῶμα αὐτοῦ διαφερόμενον ἐπὶ κυμάτων ἐν ὕβρει πολλῇ καὶ οὐκ ἦν ὁ θάπτων ὅτι ἐξουθένωσεν αὐτὸν ἐν ἀτιμίᾳ [No book]
[28]οὐκ ἐλογίσατο ὅτι ἄνθρωπός ἐστιν καὶ τὸ ὕστερον οὐκ ἐλογίσατο [No book]
[29]εἶπεν ἐγὼ κύριος γῆς καὶ θαλάσσης ἔσομαι καὶ οὐκ ἐπέγνω ὅτι ὁ θεὸς μέγας κραταιὸς ἐν ἰσχύι αὐτοῦ τῇ μεγάλῃ [No book]
[30]αὐτὸς βασιλεὺς ἐπὶ τῶν οὐρανῶν καὶ κρίνων βασιλεῖς καὶ ἀρχάς [No book]
[31]ὁ ἀνιστῶν ἐμὲ εἰς δόξαν καὶ κοιμίζων ὑπερηφάνους εἰς ἀπώλειαν αἰῶνος ἐν ἀτιμίᾳ ὅτι οὐκ ἔγνωσαν αὐτόν [No book]
[32]καὶ νῦν ἴδετε οἱ μεγιστᾶνες τῆς γῆς τὸ κρίμα τοῦ κυρίου ὅτι μέγας βασιλεὺς καὶ δίκαιος κρίνων τὴν ὑπ οὐρανόν [No book]
[33]εὐλογεῖτε τὸν θεόν οἱ φοβούμενοι τὸν κύριον ἐν ἐπιστήμῃ ὅτι τὸ ἔλεος κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτὸν μετὰ κρίματος [No book]
[34]τοῦ διαστεῖλαι ἀνὰ μέσον δικαίου καὶ ἁμαρτωλοῦ ἀποδοῦναι ἁμαρτωλοῖς εἰς τὸν αἰῶνα κατὰ τὰ ἔργα αὐτῶν [No book]
[35]καὶ ἐλεῆσαι δίκαιον ἀπὸ ταπεινώσεως ἁμαρτωλοῦ καὶ ἀποδοῦναι ἁμαρτωλῷ ἀνθ ὧν ἐποίησεν δικαίῳ [No book]
[36]ὅτι χρηστὸς ὁ κύριος τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ὑπομονῇ ποιῆσαι κατὰ τὸ ἔλεος αὐτοῦ τοῖς ὁσίοις αὐτοῦ παρεστάναι διὰ παντὸς ἐνώπιον αὐτοῦ ἐν ἰσχύι [No book]
[37]εὐλογητὸς κύριος εἰς τὸν αἰῶνα ἐνώπιον δούλων αὐτοῦ πσσολ ψαλμὸς τῷ σαλωμων περὶ δικαίων [No book]
Source: sacred-texts.org
Author: Shem-Tob ben Isaac Ibn Shaprut (14th century)

See information...
Top