«
The Septuagint
LXX
Shem Tob's Hebrew Matthew (1400)
ShemTob
[1]κύριε ὁ θεός αἰνέσω τῷ ὀνόματί σου ἐν ἀγαλλιάσει ἐν μέσῳ ἐπισταμένων τὰ κρίματά σου τὰ δίκαια [No book]
[2]ὅτι σὺ χρηστὸς καὶ ἐλεήμων ἡ καταφυγὴ τοῦ πτωχοῦ ἐν τῷ κεκραγέναι με πρὸς σὲ μὴ παρασιωπήσῃς ἀπ ἐμοῦ [No book]
[3]οὐ γὰρ λήψεταί τις σκῦλα παρὰ ἀνδρὸς δυνατοῦ καὶ τίς λήψεται ἀπὸ πάντων ὧν ἐποίησας ἐὰν μὴ σὺ δῷς [No book]
[4]ὅτι ἄνθρωπος καὶ ἡ μερὶς αὐτοῦ παρὰ σοῦ ἐν σταθμῷ οὐ προσθήσει τοῦ πλεονάσαι παρὰ τὸ κρίμα σου ὁ θεός [No book]
[5]ἐν τῷ θλίβεσθαι ἡμᾶς ἐπικαλεσόμεθά σε εἰς βοήθειαν καὶ σὺ οὐκ ἀποστρέψῃ τὴν δέησιν ἡμῶν ὅτι σὺ ὁ θεὸς ἡμῶν εἶ [No book]
[6]μὴ βαρύνῃς τὴν χεῖρά σου ἐφ ἡμᾶς ἵνα μὴ δι ἀνάγκην ἁμάρτωμεν [No book]
[7]καὶ ἐὰν μὴ ἐπιστρέψῃς ἡμᾶς οὐκ ἀφεξόμεθα ἀλλ ἐπὶ σὲ ἥξομεν [No book]
[8]ἐὰν γὰρ πεινάσω πρὸς σὲ κεκράξομαι ὁ θεός καὶ σὺ δώσεις μοι [No book]
[9]τὰ πετεινὰ καὶ τοὺς ἰχθύας σὺ τρέφεις ἐν τῷ διδόναι σε ὑετὸν ἐρήμοις εἰς ἀνατολὴν χλόης [No book]
[10]ἡτοίμασας χορτάσματα ἐν ἐρήμῳ παντὶ ζῶντι καὶ ἐὰν πεινάσωσιν πρὸς σὲ ἀροῦσιν πρόσωπον αὐτῶν [No book]
[11]τοὺς βασιλεῖς καὶ ἄρχοντας καὶ λαοὺς σὺ τρέφεις ὁ θεός καὶ πτωχοῦ καὶ πένητος ἡ ἐλπὶς τίς ἐστιν εἰ μὴ σύ κύριε [No book]
[12]καὶ σὺ ἐπακούσῃ ὅτι τίς χρηστὸς καὶ ἐπιεικὴς ἀλλ ἢ σὺ εὐφρᾶναι ψυχὴν ταπεινοῦ ἐν τῷ ἀνοῖξαι χεῖρά σου ἐν ἐλέει [No book]
[13]ἡ χρηστότης ἀνθρώπου ἐν φειδοῖ καὶ ἡ αὔριον καὶ ἐὰν δευτερώσῃ ἄνευ γογγυσμοῦ καὶ τοῦτο θαυμάσειας [No book]
[14]τὸ δὲ δόμα σου πολὺ μετὰ χρηστότητος καὶ πλούσιον καὶ οὗ ἐστιν ἡ ἐλπὶς ἐπὶ σέ οὐ φείσεται ἐν δόματι [No book]
[15]ἐπὶ πᾶσαν τὴν γῆν τὸ ἔλεός σου κύριε ἐν χρηστότητι [No book]
[16]μακάριος οὗ μνημονεύει ὁ θεὸς ἐν συμμετρίᾳ αὐταρκείας ἐὰν ὑπερπλεονάσῃ ὁ ἄνθρωπος ἐξαμαρτάνει [No book]
[17]ἱκανὸν τὸ μέτριον ἐν δικαιοσύνῃ καὶ ἐν τούτῳ ἡ εὐλογία κυρίου εἰς πλησμονὴν ἐν δικαιοσύνῃ [No book]
[18]εὐφρανθείησαν οἱ φοβούμενοι κύριον ἐν ἀγαθοῖς καὶ ἡ χρηστότης σου ἐπὶ ισραηλ ἐν τῇ βασιλείᾳ σου [No book]
[19]εὐλογημένη ἡ δόξα κυρίου ὅτι αὐτὸς βασιλεὺς ἡμῶν πσσολ ἐν ἐλπίδι τῷ σαλωμων [No book]
Source: sacred-texts.org
Author: Shem-Tob ben Isaac Ibn Shaprut (14th century)

See information...
Top