«
The Septuagint
LXX
Epistle to the Laodiceans (Latin)
Lao[LA]
[1]ἐν τῷ ἀπαχθῆναι ισραηλ ἐν ἀποικεσίᾳ εἰς γῆν ἀλλοτρίαν ἐν τῷ ἀποστῆναι αὐτοὺς ἀπὸ κυρίου τοῦ λυτρωσαμένου αὐτοὺς ἀπερρίφησαν ἀπὸ κληρονομίας ἧς ἔδωκεν αὐτοῖς κύριος [No book]
[2]ἐν παντὶ ἔθνει ἡ διασπορὰ τοῦ ισραηλ κατὰ τὸ ῥῆμα τοῦ θεοῦ ἵνα δικαιωθῇς ὁ θεός ἐν τῇ δικαιοσύνῃ σου ἐν ταῖς ἀνομίαις ἡμῶν ὅτι σὺ κριτὴς δίκαιος ἐπὶ πάντας τοὺς λαοὺς τῆς γῆς [No book]
[3]οὐ γὰρ κρυβήσεται ἀπὸ τῆς γνώσεώς σου πᾶς ποιῶν ἄδικα καὶ αἱ δικαιοσύναι τῶν ὁσίων σου ἐνώπιόν σου κύριε καὶ ποῦ κρυβήσεται ἄνθρωπος ἀπὸ τῆς γνώσεώς σου ὁ θεός [No book]
[4]τὰ ἔργα ἡμῶν ἐν ἐκλογῇ καὶ ἐξουσίᾳ τῆς ψυχῆς ἡμῶν τοῦ ποιῆσαι δικαιοσύνην καὶ ἀδικίαν ἐν ἔργοις χειρῶν ἡμῶν καὶ ἐν τῇ δικαιοσύνῃ σου ἐπισκέπτῃ υἱοὺς ἀνθρώπων [No book]
[5]ὁ ποιῶν δικαιοσύνην θησαυρίζει ζωὴν αὑτῷ παρὰ κυρίῳ καὶ ὁ ποιῶν ἀδικίαν αὐτὸς αἴτιος τῆς ψυχῆς ἐν ἀπωλείᾳ τὰ γὰρ κρίματα κυρίου ἐν δικαιοσύνῃ κατ ἄνδρα καὶ οἶκον [No book]
[6]τίνι χρηστεύσῃ ὁ θεός εἰ μὴ τοῖς ἐπικαλουμένοις τὸν κύριον καθαριεῖς ἐν ἁμαρτίαις ψυχὴν ἐν ἐξομολογήσει ἐν ἐξαγορίαις ὅτι αἰσχύνη ἡμῖν καὶ τοῖς προσώποις ἡμῶν περὶ ἁπάντων [No book]
[7]καὶ τίνι ἀφήσεις ἁμαρτίας εἰ μὴ τοῖς ἡμαρτηκόσιν δικαίους εὐλογήσεις καὶ οὐκ εὐθυνεῖς περὶ ὧν ἡμάρτοσαν καὶ ἡ χρηστότης σου ἐπὶ ἁμαρτάνοντας ἐν μεταμελείᾳ [No book]
[8]καὶ νῦν σὺ ὁ θεός καὶ ἡμεῖς λαός ὃν ἠγάπησας ἰδὲ καὶ οἰκτίρησον ὁ θεὸς ισραηλ ὅτι σοί ἐσμεν καὶ μὴ ἀποστήσῃς ἔλεός σου ἀφ ἡμῶν ἵνα μὴ ἐπιθῶνται ἡμῖν [No book]
[9]ὅτι σὺ ᾑρετίσω τὸ σπέρμα αβρααμ παρὰ πάντα τὰ ἔθνη καὶ ἔθου τὸ ὄνομά σου ἐφ ἡμᾶς κύριε καὶ οὐκ ἀπώσῃ εἰς τὸν αἰῶνα [No book]
[10]ἐν διαθήκῃ διέθου τοῖς πατράσιν ἡμῶν περὶ ἡμῶν καὶ ἡμεῖς ἐλπιοῦμεν ἐπὶ σὲ ἐν ἐπιστροφῇ ψυχῆς ἡμῶν [No book]
[11]τοῦ κυρίου ἡ ἐλεημοσύνη ἐπὶ οἶκον ισραηλ εἰς τὸν αἰῶνα καὶ ἔτι πσσολ ἐν ὕμνοις τῷ σαλωμων [No book]
Source: sacred-texts.org
Top