«
Epistle to the Laodiceans (Latin)
Lao[LA]
The Septuagint
LXX
[No book] [1]ᾠδὴ ψαλμοῦ τῷ δαυιδ
[No book] [2]ἑτοίμη ἡ καρδία μου ὁ θεός ἑτοίμη ἡ καρδία μου ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου
[No book] [3]ἐξεγέρθητι ψαλτήριον καὶ κιθάρα ἐξεγερθήσομαι ὄρθρου
[No book] [4]ἐξομολογήσομαί σοι ἐν λαοῖς κύριε καὶ ψαλῶ σοι ἐν ἔθνεσιν
[No book] [5]ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου
[No book] [6]ὑψώθητι ἐπὶ τοὺς οὐρανούς ὁ θεός καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου
[No book] [7]ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου σῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου
[No book] [8]ὁ θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ ὑψωθήσομαι καὶ διαμεριῶ σικιμα καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω
[No book] [9]ἐμός ἐστιν γαλααδ καὶ ἐμός ἐστιν μανασση καὶ εφραιμ ἀντίλημψις τῆς κεφαλῆς μου ιουδας βασιλεύς μου
[No book] [10]μωαβ λέβης τῆς ἐλπίδος μου ἐπὶ τὴν ιδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν
[No book] [11]τίς ἀπάξει με εἰς πόλιν περιοχῆς τίς ὁδηγήσει με ἕως τῆς ιδουμαίας
[No book] [12]οὐχὶ σύ ὁ θεός ὁ ἀπωσάμενος ἡμᾶς καὶ οὐκ ἐξελεύσῃ ὁ θεός ἐν ταῖς δυνάμεσιν ἡμῶν
[No book] [13]δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως καὶ ματαία σωτηρία ἀνθρώπου
[No book] [14]ἐν τῷ θεῷ ποιήσομεν δύναμιν καὶ αὐτὸς ἐξουδενώσει τοὺς ἐχθροὺς ἡμῶν
Source: sacred-texts.org
Top