The Septuagint
LXX
➕
←
Psalms
Psa
112
→
[
1
]
αλληλουια
αἰνεῖτε παῖδες κύριον αἰνεῖτε τὸ ὄνομα κυρίου
[
2
]
εἴη
τὸ ὄνομα κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος
[
3
]
ἀπὸ
ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνεῖτε τὸ ὄνομα κυρίου
[
4
]
ὑψηλὸς
ἐπὶ πάντα τὰ ἔθνη ὁ κύριος ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ
[
5
]
τίς
ὡς κύριος ὁ θεὸς ἡμῶν ὁ ἐν ὑψηλοῖς κατοικῶν
[
6
]
καὶ
τὰ ταπεινὰ ἐφορῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ
[
7
]
ὁ
ἐγείρων ἀπὸ γῆς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα
[
8
]
τοῦ
καθίσαι αὐτὸν μετὰ ἀρχόντων μετὰ ἀρχόντων λαοῦ αὐτοῦ
[
9
]
ὁ
κατοικίζων στεῖραν ἐν οἴκῳ μητέρα τέκνων εὐφραινομένην
Credit
Source:
sacred-texts.org
Top