|
[No book] |
[1]ᾠδὴ τῶν ἀναβαθμῶν μνήσθητι κύριε τοῦ δαυιδ καὶ πάσης τῆς πραΰτητος αὐτοῦ |
[No book] |
[2]ὡς ὤμοσεν τῷ κυρίῳ ηὔξατο τῷ θεῷ ιακωβ |
[No book] |
[3]εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου |
[No book] |
[4]εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου |
[No book] |
[5]ἕως οὗ εὕρω τόπον τῷ κυρίῳ σκήνωμα τῷ θεῷ ιακωβ |
[No book] |
[6]ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν εφραθα εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ |
[No book] |
[7]εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ προσκυνήσομεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες αὐτοῦ |
[No book] |
[8]ἀνάστηθι κύριε εἰς τὴν ἀνάπαυσίν σου σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου |
[No book] |
[9]οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται |
[No book] |
[10]ἕνεκεν δαυιδ τοῦ δούλου σου μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου |
[No book] |
[11]ὤμοσεν κύριος τῷ δαυιδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου |
[No book] |
[12]ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου καὶ τὰ μαρτύριά μου ταῦτα ἃ διδάξω αὐτούς καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ τοῦ θρόνου σου |
[No book] |
[13]ὅτι ἐξελέξατο κύριος τὴν σιων ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ |
[No book] |
[14]αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος ὧδε κατοικήσω ὅτι ᾑρετισάμην αὐτήν |
[No book] |
[15]τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων |
[No book] |
[16]τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται |
[No book] |
[17]ἐκεῖ ἐξανατελῶ κέρας τῷ δαυιδ ἡτοίμασα λύχνον τῷ χριστῷ μου |
[No book] |
[18]τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου |