[1]αλληλουια αγγαιου καὶ ζαχαριου αἴνει ἡ ψυχή μου τὸν κύριον [2]αἰνέσω κύριον ἐν ζωῇ μου ψαλῶ τῷ θεῷ μου ἕως ὑπάρχω [3]μὴ πεποίθατε ἐπ ἄρχοντας καὶ ἐφ υἱοὺς ἀνθρώπων οἷς οὐκ ἔστιν σωτηρία [4]ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν [5]μακάριος οὗ ὁ θεὸς ιακωβ βοηθός ἡ ἐλπὶς αὐτοῦ ἐπὶ κύριον τὸν θεὸν αὐτοῦ [6]τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα [7]ποιοῦντα κρίμα τοῖς ἀδικουμένοις διδόντα τροφὴν τοῖς πεινῶσιν κύριος λύει πεπεδημένους [8]κύριος ἀνορθοῖ κατερραγμένους κύριος σοφοῖ τυφλούς κύριος ἀγαπᾷ δικαίους [9]κύριος φυλάσσει τοὺς προσηλύτους ὀρφανὸν καὶ χήραν ἀναλήμψεται καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ [10]βασιλεύσει κύριος εἰς τὸν αἰῶνα ὁ θεός σου σιων εἰς γενεὰν καὶ γενεάν
Credit

Source: sacred-texts.org
Top