The Septuagint
LXX
➕
←
Psalms
Psa
148
→
[
1
]
αλληλουια
αγγαιου καὶ ζαχαριου αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις
[
2
]
αἰνεῖτε
αὐτόν πάντες οἱ ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν πᾶσαι αἱ δυνάμεις αὐτοῦ
[
3
]
αἰνεῖτε
αὐτόν ἥλιος καὶ σελήνη αἰνεῖτε αὐτόν πάντα τὰ ἄστρα καὶ τὸ φῶς
[
4
]
αἰνεῖτε
αὐτόν οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν
[
5
]
αἰνεσάτωσαν
τὸ ὄνομα κυρίου ὅτι αὐτὸς εἶπεν καὶ ἐγενήθησαν αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν
[
6
]
ἔστησεν
αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος πρόσταγμα ἔθετο καὶ οὐ παρελεύσεται
[
7
]
αἰνεῖτε
τὸν κύριον ἐκ τῆς γῆς δράκοντες καὶ πᾶσαι ἄβυσσοι
[
8
]
πῦρ
χάλαζα χιών κρύσταλλος πνεῦμα καταιγίδος τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ
[
9
]
τὰ
ὄρη καὶ πάντες οἱ βουνοί ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι
[
10
]
τὰ
θηρία καὶ πάντα τὰ κτήνη ἑρπετὰ καὶ πετεινὰ πτερωτά
[
11
]
βασιλεῖς
τῆς γῆς καὶ πάντες λαοί ἄρχοντες καὶ πάντες κριταὶ γῆς
[
12
]
νεανίσκοι
καὶ παρθένοι πρεσβῦται μετὰ νεωτέρων
[
13
]
αἰνεσάτωσαν
τὸ ὄνομα κυρίου ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ
[
14
]
καὶ
ὑψώσει κέρας λαοῦ αὐτοῦ ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ τοῖς υἱοῖς ισραηλ λαῷ ἐγγίζοντι αὐτῷ
Credit
Source:
sacred-texts.org
Top