«
Westminster Leningrad Codex
WLC
The Septuagint
LXX
[1]לְדָוִ֗ד מִ֫זְמֹ֥ור לַֽ֭יהוָה הָאָ֣רֶץ וּמְלֹואָ֑הּ תֵּ֝בֵ֗ל וְיֹ֣שְׁבֵי בָֽהּ׃ [1]ψαλμὸς τῷ δαυιδ πρὸς σέ κύριε ἦρα τὴν ψυχήν μου ὁ θεός μου
[2]כִּי־ה֖וּא עַל־יַמִּ֣ים יְסָדָ֑הּ וְעַל־נְ֝הָרֹ֗ות יְכֹונְנֶֽהָ׃ [2]ἐπὶ σοὶ πέποιθα μὴ καταισχυνθείην μηδὲ καταγελασάτωσάν μου οἱ ἐχθροί μου
[3]מִֽי־יַעֲלֶ֥ה בְהַר־יְהוָ֑ה וּמִי־יָ֝קוּם בִּמְקֹ֥ום קָדְשֹֽׁו׃ [3]καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσιν αἰσχυνθήτωσαν πάντες οἱ ἀνομοῦντες διὰ κενῆς
[4]נְקִ֥י כַפַּ֗יִם וּֽבַר־לֵ֫בָ֥ב אֲשֶׁ֤ר ׀ לֹא־נָשָׂ֣א לַשָּׁ֣וְא נַפְשִׁ֑י וְלֹ֖א נִשְׁבַּ֣ע לְמִרְמָֽה׃ [4]τὰς ὁδούς σου κύριε γνώρισόν μοι καὶ τὰς τρίβους σου δίδαξόν με
[5]יִשָּׂ֣א בְ֭רָכָה מֵאֵ֣ת יְהוָ֑ה וּ֝צְדָקָ֗ה מֵאֱלֹהֵ֥י יִשְׁעֹֽו׃ [5]ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου καὶ δίδαξόν με ὅτι σὺ εἶ ὁ θεὸς ὁ σωτήρ μου καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν
[6]זֶ֭ה דֹּ֣ור [דֹּרְשֹׁו כ] (דֹּרְשָׁ֑יו ק) מְבַקְשֵׁ֨י פָנֶ֖יךָ יַעֲקֹ֣ב סֶֽלָה׃ [6]μνήσθητι τῶν οἰκτιρμῶν σου κύριε καὶ τὰ ἐλέη σου ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσιν
[7]שְׂא֤וּ שְׁעָרִ֨ים ׀ רָֽאשֵׁיכֶ֗ם וְֽ֭הִנָּשְׂאוּ פִּתְחֵ֣י עֹולָ֑ם וְ֝יָבֹ֗וא מֶ֣לֶךְ הַכָּבֹֽוד׃ [7]ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς κατὰ τὸ ἔλεός σου μνήσθητί μου σὺ ἕνεκα τῆς χρηστότητός σου κύριε
[8]מִ֥י זֶה֮ מֶ֤לֶךְ הַכָּ֫בֹ֥וד יְ֭הוָה עִזּ֣וּז וְגִבֹּ֑ור יְ֝הוָ֗ה גִּבֹּ֥ור מִלְחָמָֽה׃ [8]χρηστὸς καὶ εὐθὴς ὁ κύριος διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ
[9]שְׂא֤וּ שְׁעָרִ֨ים ׀ רָֽאשֵׁיכֶ֗ם וּ֭שְׂאוּ פִּתְחֵ֣י עֹולָ֑ם וְ֝יָבֹא מֶ֣לֶךְ הַכָּבֹֽוד׃ [9]ὁδηγήσει πραεῖς ἐν κρίσει διδάξει πραεῖς ὁδοὺς αὐτοῦ
[10]מִ֤י ה֣וּא זֶה֮ מֶ֤לֶךְ הַכָּ֫בֹ֥וד יְהוָ֥ה צְבָאֹ֑ות ה֤וּא מֶ֖לֶךְ הַכָּבֹ֣וד סֶֽלָה׃ [10]πᾶσαι αἱ ὁδοὶ κυρίου ἔλεος καὶ ἀλήθεια τοῖς ἐκζητοῦσιν τὴν διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ
11[No verse] [11]ἕνεκα τοῦ ὀνόματός σου κύριε καὶ ἱλάσῃ τῇ ἁμαρτίᾳ μου πολλὴ γάρ ἐστιν
12[No verse] [12]τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν κύριον νομοθετήσει αὐτῷ ἐν ὁδῷ ᾗ ᾑρετίσατο
13[No verse] [13]ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν
14[No verse] [14]κραταίωμα κύριος τῶν φοβουμένων αὐτόν καὶ τὸ ὄνομα κυρίου τῶν φοβουμένων αὐτόν καὶ ἡ διαθήκη αὐτοῦ τοῦ δηλῶσαι αὐτοῖς
15[No verse] [15]οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν κύριον ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου
16[No verse] [16]ἐπίβλεψον ἐπ ἐμὲ καὶ ἐλέησόν με ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ
17[No verse] [17]αἱ θλίψεις τῆς καρδίας μου ἐπλατύνθησαν ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με
18[No verse] [18]ἰδὲ τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου
19[No verse] [19]ἰδὲ τοὺς ἐχθρούς μου ὅτι ἐπληθύνθησαν καὶ μῖσος ἄδικον ἐμίσησάν με
20[No verse] [20]φύλαξον τὴν ψυχήν μου καὶ ῥῦσαί με μὴ καταισχυνθείην ὅτι ἤλπισα ἐπὶ σέ
21[No verse] [21]ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι ὅτι ὑπέμεινά σε κύριε
22[No verse] [22]λύτρωσαι ὁ θεός τὸν ισραηλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ
Source: unbound.biola.edu

See information...
Source: sacred-texts.org
Top