«
The Septuagint
LXX
Reconstruction of Beza's Greek Textus-Receptus NT (1598)
Beza GNT
[1]ψαλμὸς τῷ δαυιδ ἐξοδίου σκηνῆς ἐνέγκατε τῷ κυρίῳ υἱοὶ θεοῦ ἐνέγκατε τῷ κυρίῳ υἱοὺς κριῶν ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν [No book]
[2]ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ [No book]
[3]φωνὴ κυρίου ἐπὶ τῶν ὑδάτων ὁ θεὸς τῆς δόξης ἐβρόντησεν κύριος ἐπὶ ὑδάτων πολλῶν [No book]
[4]φωνὴ κυρίου ἐν ἰσχύι φωνὴ κυρίου ἐν μεγαλοπρεπείᾳ [No book]
[5]φωνὴ κυρίου συντρίβοντος κέδρους καὶ συντρίψει κύριος τὰς κέδρους τοῦ λιβάνου [No book]
[6]καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν λίβανον καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων [No book]
[7]φωνὴ κυρίου διακόπτοντος φλόγα πυρός [No book]
[8]φωνὴ κυρίου συσσείοντος ἔρημον καὶ συσσείσει κύριος τὴν ἔρημον καδης [No book]
[9]φωνὴ κυρίου καταρτιζομένου ἐλάφους καὶ ἀποκαλύψει δρυμούς καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν [No book]
[10]κύριος τὸν κατακλυσμὸν κατοικιεῖ καὶ καθίεται κύριος βασιλεὺς εἰς τὸν αἰῶνα [No book]
[11]κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ [No book]
Source: sacred-texts.org
Author: Theodore Beza (1519–1605)
Source: www.hagiascriptura.com

See information...
Top