|
[1]εἰς τὸ τέλος ψαλμὸς τῷ δαυιδ ἐκστάσεως |
[No book] |
[2]ἐπὶ σοί κύριε ἤλπισα μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με |
[No book] |
[3]κλῖνον πρός με τὸ οὖς σου τάχυνον τοῦ ἐξελέσθαι με γενοῦ μοι εἰς θεὸν ὑπερασπιστὴν καὶ εἰς οἶκον καταφυγῆς τοῦ σῶσαί με |
[No book] |
[4]ὅτι κραταίωμά μου καὶ καταφυγή μου εἶ σὺ καὶ ἕνεκεν τοῦ ὀνόματός σου ὁδηγήσεις με καὶ διαθρέψεις με |
[No book] |
[5]ἐξάξεις με ἐκ παγίδος ταύτης ἧς ἔκρυψάν μοι ὅτι σὺ εἶ ὁ ὑπερασπιστής μου |
[No book] |
[6]εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου ἐλυτρώσω με κύριε ὁ θεὸς τῆς ἀληθείας |
[No book] |
[7]ἐμίσησας τοὺς διαφυλάσσοντας ματαιότητας διὰ κενῆς ἐγὼ δὲ ἐπὶ τῷ κυρίῳ ἤλπισα |
[No book] |
[8]ἀγαλλιάσομαι καὶ εὐφρανθήσομαι ἐπὶ τῷ ἐλέει σου ὅτι ἐπεῖδες τὴν ταπείνωσίν μου ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου |
[No book] |
[9]καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθροῦ ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου |
[No book] |
[10]ἐλέησόν με κύριε ὅτι θλίβομαι ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου ἡ ψυχή μου καὶ ἡ γαστήρ μου |
[No book] |
[11]ὅτι ἐξέλιπεν ἐν ὀδύνῃ ἡ ζωή μου καὶ τὰ ἔτη μου ἐν στεναγμοῖς ἠσθένησεν ἐν πτωχείᾳ ἡ ἰσχύς μου καὶ τὰ ὀστᾶ μου ἐταράχθησαν |
[No book] |
[12]παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος καὶ τοῖς γείτοσίν μου σφόδρα καὶ φόβος τοῖς γνωστοῖς μου οἱ θεωροῦντές με ἔξω ἔφυγον ἀπ ἐμοῦ |
[No book] |
[13]ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας ἐγενήθην ὡσεὶ σκεῦος ἀπολωλός |
[No book] |
[14]ὅτι ἤκουσα ψόγον πολλῶν παροικούντων κυκλόθεν ἐν τῷ ἐπισυναχθῆναι αὐτοὺς ἅμα ἐπ ἐμὲ τοῦ λαβεῖν τὴν ψυχήν μου ἐβουλεύσαντο |
[No book] |
[15]ἐγὼ δὲ ἐπὶ σὲ ἤλπισα κύριε εἶπα σὺ εἶ ὁ θεός μου |
[No book] |
[16]ἐν ταῖς χερσίν σου οἱ καιροί μου ῥῦσαί με ἐκ χειρὸς ἐχθρῶν μου καὶ ἐκ τῶν καταδιωκόντων με |
[No book] |
[17]ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου σῶσόν με ἐν τῷ ἐλέει σου |
[No book] |
[18]κύριε μὴ καταισχυνθείην ὅτι ἐπεκαλεσάμην σε αἰσχυνθείησαν οἱ ἀσεβεῖς καὶ καταχθείησαν εἰς ᾅδου |
[No book] |
[19]ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν ἐν ὑπερηφανίᾳ καὶ ἐξουδενώσει |
[No book] |
[20]ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου κύριε ἧς ἔκρυψας τοῖς φοβουμένοις σε ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων |
[No book] |
[21]κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου σου ἀπὸ ταραχῆς ἀνθρώπων σκεπάσεις αὐτοὺς ἐν σκηνῇ ἀπὸ ἀντιλογίας γλωσσῶν |
[No book] |
[22]εὐλογητὸς κύριος ὅτι ἐθαυμάστωσεν τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς |
[No book] |
[23]ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου ἀπέρριμμαι ἄρα ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου διὰ τοῦτο εἰσήκουσας τῆς φωνῆς τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ |
[No book] |
[24]ἀγαπήσατε τὸν κύριον πάντες οἱ ὅσιοι αὐτοῦ ὅτι ἀληθείας ἐκζητεῖ κύριος καὶ ἀνταποδίδωσιν τοῖς περισσῶς ποιοῦσιν ὑπερηφανίαν |
[No book] |
[25]ἀνδρίζεσθε καὶ κραταιούσθω ἡ καρδία ὑμῶν πάντες οἱ ἐλπίζοντες ἐπὶ κύριον |
[No book] |