|
[1]τοῦ δαυιδ μὴ παραζήλου ἐν πονηρευομένοις μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν |
[1]ὁRA-GSM *δαυίδN--GSM μήD παραζηλόωV4-PAD2S ἐνP πονηρεύομαιV1-PMPDPM μηδέC ζῆλοςN2-GSM ὁRA-APM ποιέωV2-PAPAPM ὁRA-ASF ἀνομίαN1A-ASF |
[2]ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται |
[2]ὅτιC ὡσείD χόρτοςN2-NSM ταχύςA3U-NPN ἀποξηραίνωVC-FPI3P καίC ὡσείD λάχανονN2N-NPN χλόηN1-GSF ταχύςA3U-NPN ἀποπίπτωVF2-FMI3P |
[3]ἔλπισον ἐπὶ κύριον καὶ ποίει χρηστότητα καὶ κατασκήνου τὴν γῆν καὶ ποιμανθήσῃ ἐπὶ τῷ πλούτῳ αὐτῆς |
[3]ἐλπίζωVA-AAD2S ἐπίP κύριοςN2-ASM καίC ποιέωV2-PAD2S χρηστότηςN3T-ASF καίC κατασκηνόωV4-PAD2S ὁRA-ASF γῆN1-ASF καίC ποιμαίνωVC-FPI2S ἐπίP ὁRA-DSM πλοῦτοςN2-DSM αὐτόςRD-GSF |
[4]κατατρύφησον τοῦ κυρίου καὶ δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου |
[4]κατατρυφάωVA-AAD2S ὁRA-GSM κύριοςN2-GSM καίC δίδωμιVF-FAI3S σύRP-DS ὁRA-APN αἴτημαN3M-APN ὁRA-GSF καρδίαN1A-GSF σύRP-GS |
[5]ἀποκάλυψον πρὸς κύριον τὴν ὁδόν σου καὶ ἔλπισον ἐπ αὐτόν καὶ αὐτὸς ποιήσει |
[5]ἀποκαλύπτωVA-AAD2S πρόςP κύριοςN2-ASM ὁRA-ASF ὁδόςN2-ASF σύRP-GS καίC ἐλπίζωVA-AAD2S ἐπίP αὐτόςRD-ASM καίC αὐτόςRD-NSM ποιέωVF-FAI3S |
[6]καὶ ἐξοίσει ὡς φῶς τὴν δικαιοσύνην σου καὶ τὸ κρίμα σου ὡς μεσημβρίαν |
[6]καίC ἐκφέρωVF-FAI3S ὡςC φῶςN3T-ASN ὁRA-ASF δικαιοσύνηN1-ASF σύRP-GS καίC ὁRA-ASN κρίμαN3M-ASN σύRP-GS ὡςC μεσημβρίαN1A-ASF |
[7]ὑποτάγηθι τῷ κυρίῳ καὶ ἱκέτευσον αὐτόν μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ὁδῷ αὐτοῦ ἐν ἀνθρώπῳ ποιοῦντι παρανομίας |
[7]ὑποτάσσωVZ-AAD2S ὁRA-DSM κύριοςN2-DSM καίC ἱκετεύωVA-AAD2S αὐτόςRD-ASM μήD παραζηλόωV4-PAD2S ἐνP ὁRA-DSM καταεὐοδόωV4-PMPDSM ἐνP ὁRA-DSF ὁδόςN2-DSF αὐτόςRD-GSM ἐνP ἄνθρωποςN2-DSM ποιέωV2-PAPDSM παρανομίαN1A-APF |
[8]παῦσαι ἀπὸ ὀργῆς καὶ ἐγκατάλιπε θυμόν μὴ παραζήλου ὥστε πονηρεύεσθαι |
[8]παύωVA-AMD2S ἀπόP ὀργήN1-GSF καίC ἐν καταλείπωVB-AAD2S θυμόςN2-ASM μήD παραζηλόωV4-PAD2S ὥστεC πονηρεύομαιV1-PMN |
[9]ὅτι οἱ πονηρευόμενοι ἐξολεθρευθήσονται οἱ δὲ ὑπομένοντες τὸν κύριον αὐτοὶ κληρονομήσουσιν γῆν |
[9]ὅτιC ὁRA-NPM πονηρεύομαιV1-PMPNPM ἐκὀλεθρεύωVC-FPI3P ὁRA-NPM δέX ὑπομένωV1-PAPNPM ὁRA-ASM κύριοςN2-ASM αὐτόςRD-NPM κληρονομέωVF-FAI3P γῆN1-ASF |
[10]καὶ ἔτι ὀλίγον καὶ οὐ μὴ ὑπάρξῃ ὁ ἁμαρτωλός καὶ ζητήσεις τὸν τόπον αὐτοῦ καὶ οὐ μὴ εὕρῃς |
[10]καίC ἔτιD ὀλίγοςA1-ASM καίC οὐD μήD ὑποἄρχωVA-AAS3S ὁRA-NSM ἁμαρτωλόςA1B-NSM καίC ζητέωVF-FAI2S ὁRA-ASM τόποςN2-ASM αὐτόςRD-GSM καίC οὐD μήD εὑρίσκωVB-AAS2S |
[11]οἱ δὲ πραεῖς κληρονομήσουσιν γῆν καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης |
[11]ὁRA-NPM δέX πραΰςA3U-NPM κληρονομέωVF-FAI3P γῆN1-ASF καίC κατατρύφάωVF-FAI3P ἐπίP πλῆθοςN3E-DSN εἰρήνηN1-GSF |
[12]παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον καὶ βρύξει ἐπ αὐτὸν τοὺς ὀδόντας αὐτοῦ |
[12]παρατηρέωVF-FMI3S ὁRA-NSM ἁμαρτωλόςA1B-NSM ὁRA-ASM δίκαιοςA1A-ASM καίC βρύχωVF-FAI3S ἐπίP αὐτόςRD-ASM ὁRA-APM ὀδούςN3-APM αὐτόςRD-GSM |
[13]ὁ δὲ κύριος ἐκγελάσεται αὐτόν ὅτι προβλέπει ὅτι ἥξει ἡ ἡμέρα αὐτοῦ |
[13]ὁRA-NSM δέX κύριοςN2-NSM ἐκγελάωVF-FMI3S αὐτόςRD-ASM ὅτιC προβλέπωV1-PAI3S ὅτιC ἥκωVF-FAI3S ὁRA-NSF ἡμέραN1A-NSF αὐτόςRD-GSM |
[14]ῥομφαίαν ἐσπάσαντο οἱ ἁμαρτωλοί ἐνέτειναν τόξον αὐτῶν τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα τοῦ σφάξαι τοὺς εὐθεῖς τῇ καρδίᾳ |
[14]ῥομφαίαN1A-ASF σπάωVAI-AMI3P ὁRA-NPM ἁμαρτωλόςA1B-NPM ἐντείνωVAI-AAI3P τόξονN2N-ASN αὐτόςRD-GPM ὁRA-GSN καταβάλλωVB-AAN πτωχόςN2-ASM καίC πένηςN3T-ASM ὁRA-GSN σφάζωVA-AAN ὁRA-APM εὐθύςA3U-APM ὁRA-DSF καρδίαN1A-DSF |
[15]ἡ ῥομφαία αὐτῶν εἰσέλθοι εἰς τὴν καρδίαν αὐτῶν καὶ τὰ τόξα αὐτῶν συντριβείησαν |
[15]ὁRA-NSF ῥομφαίαN1A-NSF αὐτόςRD-GPM εἰςἔρχομαιVB-AAO3S εἰςP ὁRA-ASF καρδίαN1A-ASF αὐτόςRD-GPM καίC ὁRA-NPN τόξονN2N-NPN αὐτόςRD-GPM συντρίβωVD-APO3P |
[16]κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολύν |
[16]κρείσσωνA3C-NSN ὀλίγοςA1-NSN ὁRA-DSM δίκαιοςA1A-DSM ὑπέρP πλοῦτοςN2-ASM ἁμαρτωλόςA1B-GPM πολύςA1P-ASM |
[17]ὅτι βραχίονες ἁμαρτωλῶν συντριβήσονται ὑποστηρίζει δὲ τοὺς δικαίους κύριος |
[17]ὅτιC βραχίωνN3N-NPM ἁμαρτωλόςA1B-GPM συντρίβωVD-FPI3P ὑποστηρίζωV1-PAI3S δέX ὁRA-APM δίκαιοςA1A-APM κύριοςN2-NSM |
[18]γινώσκει κύριος τὰς ὁδοὺς τῶν ἀμώμων καὶ ἡ κληρονομία αὐτῶν εἰς τὸν αἰῶνα ἔσται |
[18]γιγνώσκωV1-PAI3S κύριοςN2-NSM ὁRA-APF ὁδόςN2-APF ὁRA-GPM ἄμωμοςA1B-GPM καίC ὁRA-NSF κληρονομίαN1A-NSF αὐτόςRD-GPM εἰςP ὁRA-ASM αἰώνN3W-ASM εἰμίVF-FMI3S |
[19]οὐ καταισχυνθήσονται ἐν καιρῷ πονηρῷ καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται |
[19]οὐD κατααἰσχύνωVC-FPI3P ἐνP καιρόςN2-DSM πονηρόςA1A-DSM καίC ἐνP ἡμέραN1A-DPF λιμόςN2-GSM χορτάζωVS-FPI3P |
[20]ὅτι οἱ ἁμαρτωλοὶ ἀπολοῦνται οἱ δὲ ἐχθροὶ τοῦ κυρίου ἅμα τῷ δοξασθῆναι αὐτοὺς καὶ ὑψωθῆναι ἐκλιπόντες ὡσεὶ καπνὸς ἐξέλιπον |
[20]ὅτιC ὁRA-NPM ἁμαρτωλόςA1B-NPM ἀποὀλλύωVF2-FMI3P ὁRA-NPM δέX ἐχθρόςN2-NPM ὁRA-GSM κύριοςN2-GSM ἅμαD ὁRA-DSN δοξάζωVS-APN αὐτόςRD-APM καίC ὑψόωVC-APN ἐκλείπωVB-AAPNPM ὡσείD καπνόςN2-NSM ἐκλείπωVBI-AAI3P |
[21]δανείζεται ὁ ἁμαρτωλὸς καὶ οὐκ ἀποτείσει ὁ δὲ δίκαιος οἰκτίρει καὶ διδοῖ |
[21]δανείζωV1-PPI3S ὁRA-NSM ἁμαρτωλόςA1B-NSM καίC οὐD ἀποτίνωVF-FAI3S ὁRA-NSM δέX δίκαιοςA1A-NSM οἰκτείρωV1-PAI3S καίC δίδωμιV8-PAI3S |
[22]ὅτι οἱ εὐλογοῦντες αὐτὸν κληρονομήσουσι γῆν οἱ δὲ καταρώμενοι αὐτὸν ἐξολεθρευθήσονται |
[22]ὅτιC ὁRA-NPM εὐλογέωV2-PAPNPM αὐτόςRD-ASM κληρονομέωVF-FAI3P γῆN1-ASF ὁRA-NPM δέX καταἀράομαιV3-PMPNPM αὐτόςRD-ASM ἐκὀλεθρεύωVC-FPI3P |
[23]παρὰ κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεται καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει |
[23]παράP κύριοςN2-GSM ὁRA-APN διάβημαN3M-APN ἄνθρωποςN2-GSM καταεὐθύνωV1-PPI3S καίC ὁRA-ASF ὁδόςN2-ASF αὐτόςRD-GSM θέλωVF-FAI3S |
[24]ὅταν πέσῃ οὐ καταραχθήσεται ὅτι κύριος ἀντιστηρίζει χεῖρα αὐτοῦ |
[24]ὅτανD πίπτωVF-FMI2S οὐD καταῥάσσωVQ-FPI3S ὅτιC κύριοςN2-NSM ἀντιστηρίζωV1-PAI3S χείρN3-ASF αὐτόςRD-GSM |
[25]νεώτερος ἐγενόμην καὶ γὰρ ἐγήρασα καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους |
[25]νέοςA1A-NSMC γίγνομαιVBI-AMI1S καίC γάρX γηράωVAI-AAI1S καίC οὐD ὁράωVBI-AAI3P δίκαιοςA1A-ASM ἐν καταλείπωVP-XMPASM οὐδέC ὁRA-ASN σπέρμαN3M-ASN αὐτόςRD-GSM ζητέωV2-PAPASN ἄρτοςN2-APM |
[26]ὅλην τὴν ἡμέραν ἐλεᾷ καὶ δανείζει καὶ τὸ σπέρμα αὐτοῦ εἰς εὐλογίαν ἔσται |
[26]ὅλοςA1-ASF ὁRA-ASF ἡμέραN1A-ASF ἐλεάωV3-PAI3S καίC δανείζωV1-PAI3S καίC ὁRA-NSN σπέρμαN3M-NSN αὐτόςRD-GSM εἰςP εὐλογίαN1A-ASF εἰμίVF-FMI3S |
[27]ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθὸν καὶ κατασκήνου εἰς αἰῶνα αἰῶνος |
[27]ἐκκλίνωVB-AAD2S ἀπόP κακόςA1-GSN καίC ποιέωVA-AAD2S ἀγαθόςA1-ASN καίC κατασκηνόωV4-PAD2S εἰςP αἰώνN3W-ASM αἰώνN3W-GSM |
[28]ὅτι κύριος ἀγαπᾷ κρίσιν καὶ οὐκ ἐγκαταλείψει τοὺς ὁσίους αὐτοῦ εἰς τὸν αἰῶνα φυλαχθήσονται ἄνομοι δὲ ἐκδιωχθήσονται καὶ σπέρμα ἀσεβῶν ἐξολεθρευθήσεται |
[28]ὅτιC κύριοςN2-NSM ἀγαπάωV3-PAI3S κρίσιςN3I-ASF καίC οὐD ἐν καταλείπωVF-FAI3S ὁRA-APM ὅσιοςA1A-APM αὐτόςRD-GSM εἰςP ὁRA-ASM αἰώνN3W-ASM φυλάσσωVQ-FPI3P ἄνομοςA1B-NPM δέX ἐκδιώκωVQ-FPI3P καίC σπέρμαN3M-NSN ἀσεβήςA3H-GPM ἐκὀλεθρεύωVC-FPI3S |
[29]δίκαιοι δὲ κληρονομήσουσι γῆν καὶ κατασκηνώσουσιν εἰς αἰῶνα αἰῶνος ἐπ αὐτῆς |
[29]δίκαιοςA1A-NPM δέX κληρονομέωVF-FAI3P γῆN1-ASF καίC κατασκηνόωVF-FAI3P εἰςP αἰώνN3W-ASM αἰώνN3W-GSM ἐπίP αὐτόςRD-GSF |
[30]στόμα δικαίου μελετήσει σοφίαν καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν |
[30]στόμαN3M-NSN δίκαιοςA1A-GSM μελετάωVF-FAI3S σοφίαN1A-ASF καίC ὁRA-NSF γλῶσσαN1S-NSF αὐτόςRD-GSM λαλέωVF-FAI3S κρίσιςN3I-ASF |
[31]ὁ νόμος τοῦ θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ |
[31]ὁRA-NSM νόμοςN2-NSM ὁRA-GSM θεόςN2-GSM αὐτόςRD-GSM ἐνP καρδίαN1A-DSF αὐτόςRD-GSM καίC οὐD ὑποσκελίζωVS-FPI3S ὁRA-NPN διάβημαN3M-NPN αὐτόςRD-GSM |
[32]κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον καὶ ζητεῖ τοῦ θανατῶσαι αὐτόν |
[32]κατανοέωV2-PAI3S ὁRA-NSM ἁμαρτωλόςA1B-NSM ὁRA-ASM δίκαιοςA1A-ASM καίC ζητέωV2-PAI3S ὁRA-GSN θανατόωVA-AAN αὐτόςRD-ASM |
[33]ὁ δὲ κύριος οὐ μὴ ἐγκαταλίπῃ αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ οὐδὲ μὴ καταδικάσηται αὐτόν ὅταν κρίνηται αὐτῷ |
[33]ὁRA-NSM δέX κύριοςN2-NSM οὐD μήD ἐν καταλείπωVB-AAS3S αὐτόςRD-ASM εἰςP ὁRA-APF χείρN3-APF αὐτόςRD-GSM οὐδέC μήD καταδικάζωVA-AMS3S αὐτόςRD-ASM ὅτανD κρίνωVA-AMS3S αὐτόςRD-DSM |
[34]ὑπόμεινον τὸν κύριον καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ καὶ ὑψώσει σε τοῦ κατακληρονομῆσαι γῆν ἐν τῷ ἐξολεθρεύεσθαι ἁμαρτωλοὺς ὄψῃ |
[34]ὑπομένωVA-AAD2S ὁRA-ASM κύριοςN2-ASM καίC φυλάσσωVA-AAD2S ὁRA-ASF ὁδόςN2-ASF αὐτόςRD-GSM καίC ὑψόωVF-FAI3S σύRP-AS ὁRA-GSN κατακληρονομέωVA-AAN γῆN1-ASF ἐνP ὁRA-DSN ἐκὀλεθρεύωV1-PMN ἁμαρτωλόςA1B-APM ὁράωVF-FMI2S |
[35]εἶδον ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ λιβάνου |
[35]ὁράωVBI-AAI3P ἀσεβήςA3H-ASM ὑπερὑψόωV4-PPPASM καίC ἐπιαἴρωV1-PPPASM ὡςC ὁRA-APF κέδροςN2-APF ὁRA-GSM *λίβανοςN2-GSM |
[36]καὶ παρῆλθον καὶ ἰδοὺ οὐκ ἦν καὶ ἐζήτησα αὐτόν καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ |
[36]καίC παραἔρχομαιVBI-AAI3P καίC ἰδούI οὐD εἰμίV9-IAI3S καίC ζητέωVAI-AAI1S αὐτόςRD-ASM καίC οὐD εὑρίσκωVC-API3S ὁRA-NSM τόποςN2-NSM αὐτόςRD-GSM |
[37]φύλασσε ἀκακίαν καὶ ἰδὲ εὐθύτητα ὅτι ἔστιν ἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ |
[37]φυλάσσωV1-PAD2S ἀκακίαN1A-ASF καίC ὁράωVB-AAD2S εὐθύτηςN3T-ASF ὅτιC εἰμίV9-PAI3S ἐγκατάλειιμαN3M-NSN ἄνθρωποςN2-DSM εἰρηνικόςA1-DSM |
[38]οἱ δὲ παράνομοι ἐξολεθρευθήσονται ἐπὶ τὸ αὐτό τὰ ἐγκαταλείμματα τῶν ἀσεβῶν ἐξολεθρευθήσονται |
[38]ὁRA-NPM δέX παράνομοςA1B-NPM ἐκὀλεθρεύωVC-FPI3P ἐπίP ὁRA-ASN αὐτόςRD-ASN ὁRA-NPN ἐγκατάλειμμαN3M-NPN ὁRA-GPM ἀσεβήςA3H-GPM ἐκὀλεθρεύωVC-FPI3P |
[39]σωτηρία δὲ τῶν δικαίων παρὰ κυρίου καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν ἐν καιρῷ θλίψεως |
[39]σωτηρίαN1A-NSF δέX ὁRA-GPM δίκαιοςA1A-GPM παράP κύριοςN2-GSM καίC ὑπερασπιστήςN1M-NSM αὐτόςRD-GPM εἰμίV9-PAI3S ἐνP καιρόςN2-DSM θλῖψιςN3I-GSF |
[40]καὶ βοηθήσει αὐτοῖς κύριος καὶ ῥύσεται αὐτοὺς καὶ ἐξελεῖται αὐτοὺς ἐξ ἁμαρτωλῶν καὶ σώσει αὐτούς ὅτι ἤλπισαν ἐπ αὐτόν |
[40]καίC βοηθέωVF-FAI3S αὐτόςRD-DPM κύριοςN2-NSM καίC ῥύομαιVF-FMI3S αὐτόςRD-APM καίC ἐκαἱρέωVF2-FMI3S αὐτόςRD-APM ἐκP ἁμαρτωλόςA1B-GPM καίC σώζωVF-FAI3S αὐτόςRD-APM ὅτιC ἐλπίζωVAI-AAI3P ἐπίP αὐτόςRD-ASM |