«
The Septuagint
LXX
Reconstruction of Beza's Greek Textus-Receptus NT (1598)
Beza GNT
[1]εἰς τὸ τέλος ὑπὲρ τῶν υἱῶν κορε ὑπὲρ τῶν κρυφίων ψαλμός [No book]
[2]ὁ θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις βοηθὸς ἐν θλίψεσιν ταῖς εὑρούσαις ἡμᾶς σφόδρα [No book]
[3]διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν [No book]
[4]ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ διάψαλμα [No book]
[5]τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσιν τὴν πόλιν τοῦ θεοῦ ἡγίασεν τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος [No book]
[6]ὁ θεὸς ἐν μέσῳ αὐτῆς οὐ σαλευθήσεται βοηθήσει αὐτῇ ὁ θεὸς τὸ πρὸς πρωί [No book]
[7]ἐταράχθησαν ἔθνη ἔκλιναν βασιλεῖαι ἔδωκεν φωνὴν αὐτοῦ ἐσαλεύθη ἡ γῆ [No book]
[8]κύριος τῶν δυνάμεων μεθ ἡμῶν ἀντιλήμπτωρ ἡμῶν ὁ θεὸς ιακωβ διάψαλμα [No book]
[9]δεῦτε ἴδετε τὰ ἔργα κυρίου ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς [No book]
[10]ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς τόξον συντρίψει καὶ συγκλάσει ὅπλον καὶ θυρεοὺς κατακαύσει ἐν πυρί [No book]
[11]σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ θεός ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν ὑψωθήσομαι ἐν τῇ γῇ [No book]
[12]κύριος τῶν δυνάμεων μεθ ἡμῶν ἀντιλήμπτωρ ἡμῶν ὁ θεὸς ιακωβ [No book]
Source: sacred-texts.org
Author: Theodore Beza (1519–1605)
Source: www.hagiascriptura.com

See information...
Top