«
The Septuagint
LXX
Book of Jubilees (Charles, 1913)
Jub(Char)
[1]εἰς τὸ τέλος ὑπὲρ τῶν υἱῶν κορε ψαλμός [No book]
[2]πάντα τὰ ἔθνη κροτήσατε χεῖρας ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως [No book]
[3]ὅτι κύριος ὕψιστος φοβερός βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν [No book]
[4]ὑπέταξεν λαοὺς ἡμῖν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν [No book]
[5]ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ τὴν καλλονὴν ιακωβ ἣν ἠγάπησεν διάψαλμα [No book]
[6]ἀνέβη ὁ θεὸς ἐν ἀλαλαγμῷ κύριος ἐν φωνῇ σάλπιγγος [No book]
[7]ψάλατε τῷ θεῷ ἡμῶν ψάλατε ψάλατε τῷ βασιλεῖ ἡμῶν ψάλατε [No book]
[8]ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ θεός ψάλατε συνετῶς [No book]
[9]ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ [No book]
[10]ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ αβρααμ ὅτι τοῦ θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν [No book]
Source: sacred-texts.org
Author: Enoch the Prophet
Source: ccel.org
Top