|
[1]εἰς τὸ τέλος ὑπὲρ τῆς κληρονομούσης ψαλμὸς τῷ δαυιδ |
[1]למנצח אל־הנחילות מזמור לדוד |
[2]τὰ ῥήματά μου ἐνώτισαι κύριε σύνες τῆς κραυγῆς μου |
[2]אמרי האזינה יהוה בינה הגיגי |
[3]πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ὁ βασιλεύς μου καὶ ὁ θεός μου ὅτι πρὸς σὲ προσεύξομαι κύριε |
[3]הקשיבה לקול שועי־מלכי ואלהי כי־אליך אתפלל |
[4]τὸ πρωὶ εἰσακούσῃ τῆς φωνῆς μου τὸ πρωὶ παραστήσομαί σοι καὶ ἐπόψομαι |
[4]יהוה־בקר תשמע קולי בקר אערך־לך ואצפה |
[5]ὅτι οὐχὶ θεὸς θέλων ἀνομίαν σὺ εἶ οὐδὲ παροικήσει σοι πονηρευόμενος |
[5]כי לא אל חפץ רשע אתה לא יגרך רע |
[6]οὐ διαμενοῦσιν παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν |
[6]לא־יתיצבו הוללים לנגד עיניך שנאת כל־פעלי און |
[7]ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται κύριος |
[7]תאבד דברי כזב איש־דמים ומרמה יתעב יהוה |
[8]ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου |
[8]ואני־ברב חסדך אבוא ביתך אשתחוה אל־היכל־קדשך ביראתך |
[9]κύριε ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου ἕνεκα τῶν ἐχθρῶν μου κατεύθυνον ἐνώπιόν μου τὴν ὁδόν σου |
[9]יהוה נחני בצדקתך־למען שוררי הושר [Q: הישר] לפני דרכך |
[10]ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια ἡ καρδία αὐτῶν ματαία τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν |
[10]כי אין בפיהו נכונה־קרבם הוות קבר־פתוח גרנם לשונם יחליקון |
[11]κρῖνον αὐτούς ὁ θεός ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλίων αὐτῶν κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτούς ὅτι παρεπίκρανάν σε κύριε |
[11]האשימם אלהים יפלו ממעצותיהם ברב פשעיהם הדיחמו כי־מרו בך |
[12]καὶ εὐφρανθήτωσαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σέ εἰς αἰῶνα ἀγαλλιάσονται καὶ κατασκηνώσεις ἐν αὐτοῖς καὶ καυχήσονται ἐν σοὶ πάντες οἱ ἀγαπῶντες τὸ ὄνομά σου |
[12]וישמחו כל־חוסי בך לעולם ירננו ותסך עלימו ויעלצו בך אהבי שמך |
[13]ὅτι σὺ εὐλογήσεις δίκαιον κύριε ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς |
[13]כי־אתה תברך צדיק יהוה־כצנה רצון תעטרנו |