The Septuagint
LXX
➕
←
Psalms
Psa
51
→
[
1
]
εἰς
τὸ τέλος συνέσεως τῷ δαυιδ
[
2
]
ἐν
τῷ ἐλθεῖν δωηκ τὸν ιδουμαῖον καὶ ἀναγγεῖλαι τῷ σαουλ καὶ εἰπεῖν αὐτῷ ἦλθεν δαυιδ εἰς τὸν οἶκον αβιμελεχ
[
3
]
τί
ἐγκαυχᾷ ἐν κακίᾳ ὁ δυνατός ἀνομίαν ὅλην τὴν ἡμέραν
[
4
]
ἀδικίαν
ἐλογίσατο ἡ γλῶσσά σου ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον
[
5
]
ἠγάπησας
κακίαν ὑπὲρ ἀγαθωσύνην ἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην διάψαλμα
[
6
]
ἠγάπησας
πάντα τὰ ῥήματα καταποντισμοῦ γλῶσσαν δολίαν
[
7
]
διὰ
τοῦτο ὁ θεὸς καθελεῖ σε εἰς τέλος ἐκτίλαι σε καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματος καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων διάψαλμα
[
8
]
καὶ
ὄψονται δίκαιοι καὶ φοβηθήσονται καὶ ἐπ αὐτὸν γελάσονται καὶ ἐροῦσιν
[
9
]
ἰδοὺ
ἄνθρωπος ὃς οὐκ ἔθετο τὸν θεὸν βοηθὸν αὐτοῦ ἀλλ ἐπήλπισεν ἐπὶ τὸ πλῆθος τοῦ πλούτου αὐτοῦ καὶ ἐδυναμώθη ἐπὶ τῇ ματαιότητι αὐτοῦ
[
10
]
ἐγὼ
δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ θεοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
[
11
]
ἐξομολογήσομαί
σοι εἰς τὸν αἰῶνα ὅτι ἐποίησας καὶ ὑπομενῶ τὸ ὄνομά σου ὅτι χρηστὸν ἐναντίον τῶν ὁσίων σου
Credit
Source:
sacred-texts.org
Top