«
The Septuagint
LXX
Vita Adae et Evae from "The Apocrypha and Pseudepigrapha of the Old Testament"
LOAE
[1]εἰς τὸ τέλος ἐν ὕμνοις συνέσεως τῷ δαυιδ [No book]
[2]ἐν τῷ ἐλθεῖν τοὺς ζιφαίους καὶ εἰπεῖν τῷ σαουλ οὐκ ἰδοὺ δαυιδ κέκρυπται παρ ἡμῖν [No book]
[3]ὁ θεός ἐν τῷ ὀνόματί σου σῶσόν με καὶ ἐν τῇ δυνάμει σου κρῖνόν με [No book]
[4]ὁ θεός εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου [No book]
[5]ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ ἐμέ καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου οὐ προέθεντο τὸν θεὸν ἐνώπιον αὐτῶν διάψαλμα [No book]
[6]ἰδοὺ γὰρ ὁ θεὸς βοηθεῖ μοι καὶ ὁ κύριος ἀντιλήμπτωρ τῆς ψυχῆς μου [No book]
[7]ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου ἐν τῇ ἀληθείᾳ σου ἐξολέθρευσον αὐτούς [No book]
[8]ἑκουσίως θύσω σοι ἐξομολογήσομαι τῷ ὀνόματί σου κύριε ὅτι ἀγαθόν [No book]
[9]ὅτι ἐκ πάσης θλίψεως ἐρρύσω με καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου [No book]
Source: sacred-texts.org
Top