«
The Septuagint
LXX
The Book of Jubilees
Jub(YWO)
[1]εἰς τὸ τέλος ὑπὲρ ιδιθουν ψαλμὸς τῷ δαυιδ [No book]
[2]οὐχὶ τῷ θεῷ ὑποταγήσεται ἡ ψυχή μου παρ αὐτοῦ γὰρ τὸ σωτήριόν μου [No book]
[3]καὶ γὰρ αὐτὸς θεός μου καὶ σωτήρ μου ἀντιλήμπτωρ μου οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον [No book]
[4]ἕως πότε ἐπιτίθεσθε ἐπ ἄνθρωπον φονεύετε πάντες ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ [No book]
[5]πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι ἔδραμον ἐν ψεύδει τῷ στόματι αὐτῶν εὐλογοῦσαν καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο διάψαλμα [No book]
[6]πλὴν τῷ θεῷ ὑποτάγηθι ἡ ψυχή μου ὅτι παρ αὐτοῦ ἡ ὑπομονή μου [No book]
[7]ὅτι αὐτὸς θεός μου καὶ σωτήρ μου ἀντιλήμπτωρ μου οὐ μὴ μεταναστεύσω [No book]
[8]ἐπὶ τῷ θεῷ τὸ σωτήριόν μου καὶ ἡ δόξα μου ὁ θεὸς τῆς βοηθείας μου καὶ ἡ ἐλπίς μου ἐπὶ τῷ θεῷ [No book]
[9]ἐλπίσατε ἐπ αὐτόν πᾶσα συναγωγὴ λαοῦ ἐκχέετε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν ὁ θεὸς βοηθὸς ἡμῶν διάψαλμα [No book]
[10]πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό [No book]
[11]μὴ ἐλπίζετε ἐπὶ ἀδικίαν καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε πλοῦτος ἐὰν ῥέῃ μὴ προστίθεσθε καρδίαν [No book]
[12]ἅπαξ ἐλάλησεν ὁ θεός δύο ταῦτα ἤκουσα [No book]
[13]ὅτι τὸ κράτος τοῦ θεοῦ καὶ σοί κύριε τὸ ἔλεος ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ [No book]
Source: sacred-texts.org
Author: Enoch the Prophet
Source: www.YahwehsWord.org
Top