|
[1]συνέσεως τῷ ασαφ ἵνα τί ἀπώσω ὁ θεός εἰς τέλος ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου |
[No book] |
[2]μνήσθητι τῆς συναγωγῆς σου ἧς ἐκτήσω ἀπ ἀρχῆς ἐλυτρώσω ῥάβδον κληρονομίας σου ὄρος σιων τοῦτο ὃ κατεσκήνωσας ἐν αὐτῷ |
[No book] |
[3]ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τοῖς ἁγίοις σου |
[No book] |
[4]καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα καὶ οὐκ ἔγνωσαν |
[No book] |
[5]ὡς εἰς τὴν εἴσοδον ὑπεράνω |
[No book] |
[6]ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτὸ ἐν πελέκει καὶ λαξευτηρίῳ κατέρραξαν αὐτήν |
[No book] |
[7]ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου |
[No book] |
[8]εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν ἡ συγγένεια αὐτῶν ἐπὶ τὸ αὐτό δεῦτε καὶ κατακαύσωμεν πάσας τὰς ἑορτὰς τοῦ θεοῦ ἀπὸ τῆς γῆς |
[No book] |
[9]τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν οὐκ ἔστιν ἔτι προφήτης καὶ ἡμᾶς οὐ γνώσεται ἔτι |
[No book] |
[10]ἕως πότε ὁ θεός ὀνειδιεῖ ὁ ἐχθρός παροξυνεῖ ὁ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος |
[No book] |
[11]ἵνα τί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος |
[No book] |
[12]ὁ δὲ θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς |
[No book] |
[13]σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος |
[No book] |
[14]σὺ συνέθλασας τὰς κεφαλὰς τοῦ δράκοντος ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς αἰθίοψιν |
[No book] |
[15]σὺ διέρρηξας πηγὰς καὶ χειμάρρους σὺ ἐξήρανας ποταμοὺς ηθαμ |
[No book] |
[16]σή ἐστιν ἡ ἡμέρα καὶ σή ἐστιν ἡ νύξ σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον |
[No book] |
[17]σὺ ἐποίησας πάντα τὰ ὅρια τῆς γῆς θέρος καὶ ἔαρ σὺ ἔπλασας αὐτά |
[No book] |
[18]μνήσθητι ταύτης ἐχθρὸς ὠνείδισεν τὸν κύριον καὶ λαὸς ἄφρων παρώξυνεν τὸ ὄνομά σου |
[No book] |
[19]μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι τῶν ψυχῶν τῶν πενήτων σου μὴ ἐπιλάθῃ εἰς τέλος |
[No book] |
[20]ἐπίβλεψον εἰς τὴν διαθήκην σου ὅτι ἐπληρώθησαν οἱ ἐσκοτισμένοι τῆς γῆς οἴκων ἀνομιῶν |
[No book] |
[21]μὴ ἀποστραφήτω τεταπεινωμένος κατῃσχυμμένος πτωχὸς καὶ πένης αἰνέσουσιν τὸ ὄνομά σου |
[No book] |
[22]ἀνάστα ὁ θεός δίκασον τὴν δίκην σου μνήσθητι τῶν ὀνειδισμῶν σου τῶν ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν |
[No book] |
[23]μὴ ἐπιλάθῃ τῆς φωνῆς τῶν ἱκετῶν σου ἡ ὑπερηφανία τῶν μισούντων σε ἀνέβη διὰ παντὸς πρὸς σέ |
[No book] |